Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ παρθενίας

Ἐφραίμ ὁ Σύρος

Η πνευματική άσκηση και οι παγίδες των παθών

Η αναγκαιότητα του πνευματικού αγώνα, η καταδίκη της νοερής αμαρτίας και η προειδοποίηση για την πτώση μέσω του οίνου με ιστορικά παραδείγματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Χωρὶς ἀγῶνος οὐδεὶς στεφανοῦται ἐν βίῳ καὶ ἐν τῇ πολιτείᾳ τῆς ἀσκήσεως. Πάλιν ἄνευ ἀγῶνος οὐδεὶς δύναται ἐπιτυχεῖν ἀμαράντου στεφάνου καὶ ζωῆς αἰωνίου· σκάμματι γὰρ ἔοικεν ὁ βίος οὗτος ἀεί. Ἀγωνισταὶ τέλειοι τῇ ἑαυτῶν προθυμίᾳ ἀφόβως δεικνύουσιν ἑαυτοὺς ἐν τῷ σκάμματι, οἱ δὲ δειλοὶ καὶ χαῦνοι τῇ αὑτῶν χαυνότητι τοῦ ἀγῶνος φεύγουσιν. Ἀγωνισταὶ τέλειοι καὶ ἐγκρατεῖς ἀσκηταὶ πρὸ ὀφθαλμῶν ἔχουσι τὸν τερπνὸν παράδεισον, προσδοκῶντες πάντοτε ἐν αὐτῷ ἀπολαῦσαι τῶν αὑτοῦ ἀγαθῶν, ἐν φωτὶ αἰωνίῳ καὶ ζωῇ ἀθανάτῳ.

Θέλεις ἀγωνίσασθαι καὶ τέλειος δειχθῆναι; Ἔνδυσαι τὰς ἀρετὰς ὡς ἱμάτιον ἀεί. Ἐνεδύσω ἀρετήν; Ἀγώνισαι συνεχῶς μὴ ἐκδύσασθαι αὐτήν. Φοβήθητι τὸν οἶνον, μήποτε θριαμβεύσῃ, καὶ γυμνωθῇς ἀρετῶν, καθάπερ ἐγυμνώθη ὁ ἀρχαῖος δίκαιος. Ἔγνως δύναμιν οἴνου; Εἰ δὲ οὔ, ἀκρόασαι, κἀγώ σοι ἀπαγγελῶ.

Νῶε ἀνὴρ δίκαιος, ὅσιος, εὐπρεπὴς ἐν γενεᾷ ἐκείνῃ, ἐφθάρη ἀφ᾽ ἑαυτῆς· ὅστις καὶ ἠξιώθη ἀκοῦσαι παρὰ Θεοῦ ῥήματα καὶ ἐπαίνους τῆς αὑτοῦ εὐσεβείας. Θεὸς γὰρ αὐτῷ εἶπε· σὲ μόνον ἑώρακα δίκαιον ἐν γενεᾷ διεφθαρμένῃ ταύτῃ.

Οὗτος οὖν ὁ δίκαιος, ὁ νικήσας κατακλυσμὸν ὑδάτων, ἀπὸ τοῦ οἰκτροῦ οἴνου ἐνικήθη καθεύδων. Ὕδατα ἀμύθητα οὐκ ἐνίκησαν αὐτόν, οἶνος δὲ εὐτελὴς ἐν ὕπνῳ ἐγύμνωσε τὸ σῶμα τοῦ δικαίου, τοῦ γενομένου πάλιν πατριάρχου γενεῶν.

Αὐτὸς πάλιν ὁ οἶνος καὶ τὸν Λὼτ τὸν ὅσιον ἐν ὕπνῳ ἐσύλησεν· ἔκλεψε γὰρ παρ᾽ αὐτοῦ διὰ τῶν θυγατέρων σύλληψιν παρὰ φύσιν. Δικαίων καὶ ὁσίων ὁ οἶνος οὐκ ἐφείσατο, σὲ δὲ ὄντα εὐτελῆ πόσῳ μᾶλλον νικήσει; Φοβήθητι, νέε, πάντοτε ἀπὸ οἴνου· οἶνος γὰρ οὐδέποτε φείδεται τοῦ σώματος· πῦρ ἀνάπτει ἐν αὐτῷ ἐπιθυμίας κακῆς. Μὴ χαυνωθῇ σου τὸ σῶμα εἰς τὴν αὐτοῦ πύρωσιν, ἵνα μὴ καταληφθῇς ὑπὸ λογισμῶν πονηρῶν καὶ μελέτης κακίστης. Ἄπρακτος μὲν τυγχάνεις κοινωνίας σώματος, καὶ ἐν πράξει κοινωνεῖς διὰ κακῆς μελέτης τῇ σκιᾷ καὶ εἰδώλῳ τῆς αὐτῆς ἁμαρτίας. Ἐάν τε γὰρ προληφθῇς ἐν τῷ εἰδώλῳ τούτῳ καὶ σκιᾷ καὶ μελέτῃ, ὁμιλῶν τε καὶ πράττων, πάντοτε μεταμελεῖς, πάντοτε οἰκοδομεῖς καὶ πάντοτε καθαιρεῖς. Εἴδωλα ἁμαρτίας παραστήκει πάντοτε ὀφθαλμοῖς διανοίας. Φαντάζει θεωρίαν, πληθύνει ὁμιλίαν, γλυκαίνει τὴν μελέτην. Χαυνοῦται ὁ λογισμός, ἡττᾶται ἀοράτως, ἁμαρτάνει ἀδήλως. Πᾶσι μὲν θεαταῖς θεωρεῖται προδήλως πλήρης ὢν εὐλαβείας· ὁ αὐτὸς δὲ τυχὼν τῇ αὑτοῦ συνειδήσει βασανίζεται ἔνδον, μεταγινώσκων ἀεί, λυπούμενος συνεχῶς, ὅτι ἔχει ἔλεγχον τὴν αὑτοῦ συνείδησιν. Τοῦτο εἰωθός ἐστιν ἐπιθυμίας κακῆς, ἅμα ἐπετέλεσε τὴν αὑτῆς ἁμαρτίαν· καὶ τοῖς ἴχνεσιν ἐπακολουθεῖ λύπη. Σχήματι μὲν δείκνυσι πρόσωπον εὐλαβείας, ἔσωθεν δὲ τυγχάνει μὴ ἔχων παρρησίαν παντελῶς πρὸς τὸν Θεόν.