Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ πενήτων

Ἐφραίμ ὁ Σύρος

Φιλοπτωχία και φιλοξενία

Προτροπή προς έμπρακτη ελεημοσύνη, μέριμνα για τους πένητες και φιλοξενία, ως πράξεις μέσω των οποίων ο πιστός υποδέχεται τον ίδιο τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ φιλοπτωχίας Δεῦτε λοιπόν, ἀδελφοί, περιφρονήσωμεν τὰ πρόσκαιρα καὶ φροντίσωμεν περὶ τῶν ἐπηγγελμένων ἡμῖν αἰωνίων ἀγαθῶν. Σπουδάσωμεν πρὶν συσκοτάσει, πρὶν λυθῆναι τὴν πανήγυριν. Ποιήσωμεν ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Κτησώμεθα μάρτυρας πολλοὺς πένητας. Ἐξ αὐτῶν ἀγοράσωμεν ἔλαιον, καὶ προπέμψωμεν· αὐτοὶ γάρ εἰσιν οἱ τὸ ἔλαιον τῶν λαμπάδων πωλοῦντες· χῆραι, ὀρφανοί, ἀδύνατοι, ἀνάπηροι, χωλοί, τυφλοί, λεπροί, καὶ πάντες οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθεζόμενοι πένητες. Τούτους περιποιησώμεθα· αὐτοὶ γὰρ ἡμῖν τὸν Κριτὴν καταλλάττουσι. Τοὺς μὲν ἐρχομένους πρὸς ἡμᾶς μὴ ἀποστρέψωμεν, ἀλλ᾽ ἱλαρῶς ἀπαντήσωμεν, τοῖς δὲ μὴ ἰσχύουσιν ἐκπέμψωμεν.

Τοῦτο τοῦ προτέρου μεῖζον. Ἕκαστος ἐν ταῖς ἐκκλησίαις ἐξεταζέσθω, μήποτε πτωχὸς ἢ ξένος, καὶ εὑρὼν σπουδάσῃ λαβεῖν ἐν τῷ οἴκῳ, καὶ ἀναπαύσῃ. Σπουδὴν ἐχέτω ἕκαστος πρὸς τὸ ἁρπάζειν τὸν πτωχὸν πρὸ πάντων τῶν βουλομένων ποιῆσαι· καὶ γὰρ σὺν τῷ πτωχῷ συνέρχεται ὁ Χριστὸς ἐν τῷ οἴκῳ, ὁ δι᾽ ἡμᾶς πτωχεύσας· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Καὶ εἰ ὁ δεχόμενος προφήτην μισθὸν προφήτου λαμβάνει, ἄρα ὁ τὸν Χριστὸν αὐτὸν ὑποδεχόμενος, ποταπὸν μισθὸν λαμβάνει; Δῆλον ὅτι τὰ γεγραμμένα· ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ὁ εἰσάγων τὸν πένητα εἰς τὸν ἴδιον οἶκον, συνάγει τὸν Χριστὸν τὸν εἰπόντα· μακάριοι οἱ ἐλεήμονες. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ τῷ εἰπόντι· ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεχόμενος, ὑποδέχεται τὸν Χριστὸν τὸν εἰπόντα· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.