Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ πενήτων

Ἐφραίμ ὁ Σύρος

Οι καρποί της μετανοίας και το καύχημα των χριστιανών

Απαρίθμηση των πνευματικών και πρακτικών αρετών, καθώς και της διαφύλαξης της ορθόδοξης πίστης, που αποτελούν τον αληθινό έπαινο των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ταῦτα καὶ τὰ ὅμοια τούτων καρποὶ τῆς μετανοίας, καὶ στέφανος καὶ καύχημα καὶ δόξα τῶν Χριστιανῶν. Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἢ ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ· πᾶς δὲ ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Καύχημα δὲ χριστιανῶν ἡ ἐντολὴ αὐτοῦ. Καύχημα Χριστιανῶν αἱ τῶν Ἀποστόλων καὶ Προφητῶν διδασκαλίαι. Καύχημα Χριστιανῶν ταπεινοφροσύνη, πνευματικὴ πτωχεία καὶ ὑπακοή. Καύχημα Χριστιανῶν ψαλμῳδία μετὰ κατανύξεως.

Καύχημα Χριστιανῶν μετάνοια μετὰ δακρύων. Καύχημα Χριστιανῶν πρᾳότης μετὰ ἡσυχίας, καὶ τὸ πάντας ὑποκλίνειν καὶ προσκυνεῖν. Καύχημα Χριστιανῶν νίπτειν πόδας ἀδελφῶν. Καύχημα Χριστιανῶν τὸ λέγειν πρὸς τὸν ἕτερον αὐτοῦ, συγχώρησόν μοι, ἔπταισά σοι. Καύχημα Χριστιανῶν ξενοδοχία καὶ συμπάθεια.

Καύχημα Χριστιανῶν καὶ σωτηρία τὸ πάντοτε ἐν τῇ τραπέζῃ αὐτοῦ πτωχοὺς καὶ ὀρφανοὺς καὶ ξένους συνεσθίειν· τούτου γὰρ τοῦ οἴκου οὐδέποτε ὁ Χριστὸς ἀπολειφθήσεται. Καύχημα Χριστιανῶν τὸ μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ αὐτοῦ, μηδὲ κοιμηθῆναι ἔχοντα κατά τινος. Καύχημα Χριστιανῶν καὶ στέφανος ὑπομένειν τὰς θλίψεις καὶ μὴ ἀγανακτεῖν· ὁ τοιοῦτος φίλος εὑρίσκεται τοῦ εἰπόντος ὅτι ἡ θλῖψις ὑμῶν εἰς χαρὰν γενήσεται. Καύχημα Χριστιανῶν τοὺς ἐν φυλακῇ ἐπισκέπτεσθαι, τουτέστι τοὺς ἐν σπηλαίοις καὶ ὄρεσι καὶ ὀπαῖς τῆς γῆς, ὡς μαθητὴς ἀληθινὸς τοῦ εἰπόντος· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.

Καύχημα Χριστιανῶν μνημονεύειν ἀεὶ τοῦ Θεοῦ καὶ τῆς μεγάλης ἡμέρας τῆς κρίσεως. Καὶ τί οὐ λέγω τὰ μείζονα; Καύχημα Χριστιανῶν καὶ ἔπαινος καὶ σωτηρία ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία, καὶ τὸ μὴ συγκαταβαίνειν καὶ φιλιάζειν τοῖς τὰ ἐναντία φρονοῦσιν, ἀλλὰ φυλάττειν τὴν ἐντολὴν καὶ τὴν παρακαταθήκην ἄσπιλον, ἀνεπίληπτον καὶ ἀνεπίμικτον πάσης αἱρέσεως μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτον γὰρ ἰδὼν ὁ Κύριος λέγει· ἰδοὺ ἀληθῶς Ἰσραηλίτης, ἤγουν Χριστιανός, ἐν ᾧ δόλος οὐκ ἔστιν.