Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε εξομολόγηση ενώπιον του Θεού

Προτροπή προς τους πιστούς να εξομολογούνται τα αμαρτήματά τους απευθείας στον Θεό, ακολουθώντας το πρότυπο των τριών παίδων στην κάμινο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι συνεχῶς τῷ Θεῷ· οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα. Τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ· αὐτῷ δεῖξον τὰ τραύματα, καὶ παρ᾽ αὐτοῦ τὰ φάρμακα αἴτησον.

Δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι. Κἂν γὰρ σιγήσῃς, οἶδεν ἐκεῖνος ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς. Εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος ἀπέλθῃς ἐκεῖ καθαρὸς τῶν πλημμελημάτων, καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῇς.

Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ὁμολογίας· ἀλλ᾽ ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου. Τί οὖν ἀνοίγετε τὸ στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φασίν· ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα, καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα.