Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ προσευχῆς

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε αδιάλειπτη προσευχή

Οδηγίες σχετικά με την αναγκαιότητα της συνεχούς προσευχής σε κάθε τόπο, χρόνο και περίσταση του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ προσευχῆς Μακάριον ὄντως μὴ ἁμαρτάνειν· ἁμαρτάνουσι δὲ μὴ ἀπογινώσκειν, ἀλλὰ πενθεῖν ἐφ᾽ οἷς ἥμαρτον, ἵνα διὰ τοῦ πένθους πάλιν ἐπιτύχωσι τῆς μακαριότητος. Καλὸν οὖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν, ὡς φησὶν ὁ Κύριος.

Καὶ πάλιν ὁ Ἀπόστολος· ἀδιαλείπτως προσεύχεσθε, τουτέστιν ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ καὶ κατὰ πᾶσαν ὥραν, καὶ μὴ μόνον εἰσερχόμενος εἰς τὴν ἐκκλησίαν, καὶ τὰς λοιπὰς ὥρας ἀμεριμνήσεις· ἀλλ᾽ εἴτε ἐργάζῃ, εἴτε καθεύδεις, εἴτε ὁδοιπορεῖς, εἴτε ἐσθίεις, εἴτε πίνεις, εἴτε κατάκεισαι, μὴ ἐκκόψῃ τὴν προσευχήν σου· οὐ γὰρ οἶδας πότε ἔρχεται ὁ ἀπαιτῶν σου τὴν ψυχήν. Μὴ ἀναμείνῃς Κυριακὴν ἢ ἑορτήν, ἢ τόπου διαφοράς, ἀλλά, καθὼς εἶπεν ὁ προφήτης Δαυΐδ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας.

Εἴτε οὖν ἐν τῇ ἐκκλησίᾳ τυγχάνεις, εἴτε ἐν τῷ οἴκῳ σου, εἴτε ἐν τῇ χώρᾳ· κἂν πρόβατα ποιμαίνῃς, κἂν οἰκοδομὰς ποιῇς, κἂν ἐν συμποσίοις εὑρεθῇς· τῆς προσευχῆς μὴ ἀποστῇς· καὶ ὅτε μὲν δύνασαι κλῖναι τὰ γόνατα, ὅτε δὲ οὐ δύνασαι, παρακάλει κατὰ διάνοιαν, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας. Ἐὰν ἡ προσευχὴ προηγῆται τοῦ ἔργου καὶ ἀνιστάμενος ἐκ τῆς κοίτης τὰ πρῶτά σου κινήματα διὰ προσευχῆς γένωνται, ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς τὴν εἴσοδον οὐχ εὑρίσκει.