Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ
Ο μοναχός ως γεωργός και στρατιώτης του Χριστού
Η διπλή ιδιότητα του μοναχού που καλλιεργεί την ψυχή και φέρει την πανοπλία του Θεού, καθώς και η ανάγκη προστασίας του πνευματικού αγρού από τα πάθη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο μοναχός ως γεωργός και στρατιώτης του Χριστού
Η διπλή ιδιότητα του μοναχού που καλλιεργεί την ψυχή και φέρει την πανοπλία του Θεού, καθώς και η ανάγκη προστασίας του πνευματικού αγρού από τα πάθη.
Οὐδαμινὴ αἰτία πολλάκις μεγάλων κακῶν γίνεται αἰτία, καὶ ἐκ μικρᾶς ῥᾳθυμίας, μεγάλα τραύματα καὶ ἀνίατα καθίσταται. Ἴστωσαν οἱ μοναχοὶ ὅτι ὡς δοῦλοι καὶ γεωργοὶ καὶ στρατιῶται εἰσὶ τοῦ Χριστοῦ, καὶ ὅτι ὀφείλουσι τοῖς εἰρημένοις τόποις εἶναι ἕτοιμοι· καὶ πάντες ἄνθρωποι δοῦλοι τυγχάνουσιν· ἀλλ᾽ οἱ μὲν ἐδραπέτευσαν καὶ ἄλλοις δουλεύουσι, τουτέστι τοῖς δαίμοσιν· οἱ δὲ εἰς μικρὰν λειτουργίαν ἐτάχθησαν· ἔνιοι δὲ πρὸς ἀνθρώπων ὑπηρεσίαν ὡς δοῦλοι δούλων γενόμενοι· οἱ δὲ μοναχοὶ οἰκεῖοι εἰσὶ καὶ θεράποντες.
Προσέχετε πρὸς τὰς ἐπαγγελίας ὑμῶν καὶ συνήσετε ὅτι οὐ ψεύδομαι. Ἀκούσατε τοῦ Ἀποστόλου καὶ εἴσεσθε τὰ εἰρημένα σαφῶς. Λέγει ὅτι ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε, καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ὅτι οὕτως τρέχω, ὡς οὐκ ἀδήλως.
Πρῶτον ἐποίησεν καὶ οὕτως ἐδίδαξεν. Αὕτη ἐστὶν ἡ πανοπλία τοῦ Θεοῦ· ἵνα τις καὶ ἑαυτῷ καὶ πολλοῖς χρησιμεύσῃ. Ἐὰν ᾖ μοναχὸς ἕτοιμος, καὶ τὸν ἀνέτοιμον ἐξαιρεῖται ἐν ἐφόδῳ τοῦ Δράκοντος. Γεωργεῖν χρὴ τοὺς μοναχοὺς καὶ πολεμεῖν· πολλῷ τῆς σαρκὸς ἡ ψυχὴ πολυμερεστέρα ἐστίν.
Οἶδά τινας ἔργον ποιοῦντας πρὸς πολέμους ἔχοντας. Καὶ ἐπὶ τοῦ Ἔσδρα τοιοῦτοι γεγόνασιν· ᾠκοδόμουν τὸν ναὸν καὶ τὰς δεξιὰς ἡτοίμαζον πρὸς τοὺς πολεμίους· καὶ ἡ φυλὴ Βενιαμὶν ἀμφοτέραις χερσὶν εὐστόχως ἠκόντιζον.
Πολλῷ πλέον ὁ νοῦς προχείρως ἐν πολλοῖς ἔργοις πνευματικοῖς ἐπαρκέσειεν. Εἰ χρὴ καὶ κατὰ ποσὸν διελθεῖν, ἐγὼ ὑμῖν καὶ τὰ περὶ τοῦ σπόρου διασαφήσω. Εἴπομεν τὸ νέωμα εἶναι τῆς ψυχῆς τὴν γνῶσιν, ἣν ἔλαβεν ἐν Θεοῦ διὰ τῆς χάριτος· ὁ σπόρος ἐστὶν ὁ εὐαγγελικὸς ἡ ὑπακοὴ τῶν ἐντολῶν.
Σὺ τέως ὑπακοὴν κτῆσαι, καὶ περὶ ὑετοῦ τὸν σπόρον αὐξάνοντος μὴ φρόντιζε. Ἐὰν ἐπὶ παρόντος θελήσῃ Θεὸς δοῦναι τὴν αὔξησιν, τρέφεις καὶ ἄλλους διὰ τῆς χάριτος· ἐὰν δὲ ὑπέρθηται εἰς τὸ μέλλον, τότε θερίσεις καὶ τὴν εὐπορίαν ἀποίσῃ διηνεκῆ. Γεώργει τὴν ἐν σοὶ χάριν, καὶ ἐν τῷ γεωργεῖν φύλαττε τὸ ἕρπον· εἰς ζημίαν τῆς γεωργίας καὶ μύρμηκες λεληθότως τὸν σπόρον λαμβάνουσι καὶ κόρακες ὑπνοῦντός σου τὸν σπόρον ἁρπάζουσιν. Ἔχε οὖν μετὰ τῶν γεωργικῶν ἐργαλείων ὀργάνων καὶ τὰ ἐργαλεῖα τὰ πολεμικά· καὶ τῇ μὲν σκαφίδι ἐκρίζου τὰς ἀκάνθας, τῇ δὲ σφενδόνῃ ἀποσόβει τοὺς ἅρπαγας. Γίνεται καὶ τὸν δράκοντα ἐπιστῆναί σου τῷ γεωργίῳ, ἀλλὰ μὴ δείσῃς, ἀλλὰ προσελθὼν δίωξον αὐτόν, ἵνα μὴ καταμείνῃ ἐν σοί. Ἐὰν ἐάσῃς τὸν δράκοντα, δι᾽ αὐτοῦ καὶ τὰ λοιπὰ θηρία εἰσόδια γίνονται· καὶ ἀποκνοῦντός σου περὶ τὸ πλῆθος, ὑλομανῆ σου ποιοῦσι τὴν γεωργίαν· καὶ οὐ δυνήσῃ ἀπολαῦσαι τῶν πόνων σου, ἐπειδὴ δρυμῶνα ἑαυτῷ καὶ οἰκητήριον ὁ δράκων ἵδρυσε. Πολλαὶ χῶραι οὕτως ἄβατοι γεγόνασι καὶ πολλοὶ ἀγροὶ οὕτως ἀπὸ θηρίων ἄρδην ἀπώλοντο. Εἶπε καὶ ὁ νομοθέτης, ὅτι κατὰ βραχὺ δεῖ ποιῆσαι τὴν τοῦ Χαναὰν ἀναίρεσιν, ἵνα μὴ ἐπὶ σὲ πολλὰ γένωνται τὰ θηρία τῆς γῆς.
Ἐὰν ῥᾳθυμήσητε, ἀδελφοί, αἰτίαν τῆς ἐρημώσεως ὑμεῖς δίδοτε. Ἐὰν ἔθος ποιήσῃ ἐν ὑμῖν ἑρπετόν, πληθυνεῖ τὴν τέκνωσιν καὶ πολλοὺς ποιεῖ φωλεοὺς καὶ ἀπασχολεῖ τὴν γῆν σου, ἣ διάτρητος οὖσα σπαρῆναι οὐ δύναται· καὶ σπειρομένη ζημίαν ὑφίσταται, ὅτι ὑπὸ τῶν ἑρπετῶν καταπίπτειν ποιεῖ τὴν εὐκαρπίαν. Ἐὰν μὴ θᾶττον ἀνέλῃς ὁραθὲν ἐν σοὶ τὸ πάθος, νομὴν ἐργάζεται· ἐὰν μὴ θεραπεύσῃς τὴν σῆψιν τὴν μικράν, εἰς μυρία διαιρεῖται καὶ φθείρει σου πᾶσαν τὴν ὑπόστασιν. Ἔνθεν φράττεις ἕνα φωλεόν, καὶ τὸ ἑρπετόν, ὅπερ εἴπομεν εἶναι τὸ πάθος, ἀλλαχόθεν ποιεῖ ἄνοιγμα· μίαν εἴσοδον σὺ ἀποκλείεις κἀκεῖνο ἀνοίγει ἐξόδους πολλάς. Διὰ τοῦτο οὐ δύνασθε τῶν παθῶν γενέσθαι ἐγκρατεῖς· ἐπειδὴ χρονίαν νομὴν εἰργάσαντο. Διὰ τοῦτο οὐ πιστεύετε εἶναι γεώργιον πολύκαρπον, ὅτι τὸ ὑμῶν διαρεῦσαι πεποιήκατε ἀνυπόπτως.
Διέπεσεν ὑμῶν τὸ γεώργιον, καὶ φύσιν τοιαύτην ἀνθρώπων νομίζετε. Λέγει ἡ Γραφὴ περὶ καθαρότητος, καὶ πρὸς ἄλλην χρῆσιν ὑπολαμβάνετε αὐτὴν φράζειν· μαρτυρεῖ τοῖς κατορθώμασι, καὶ οὐ πιστεύετε· θαυμάζετε τοὺς λόγους, καὶ τὸ ἔργον οὐ ζηλοῦτε· καὶ οἴεσθε ὅτι διὰ τὸ θαυμασθῆναι Θεὸν ἐγράφησαν, οὐ διὰ τὸ ἀγωνίσασθαι. Οὕτως ὀκνηροί εἰσιν οἱ τοιοῦτοι, τῶν γὰρ ἀντιπάλων συνεργοὶ γεγόνασι. Χείρονές εἰσι τῶν ἀργούντων· ὅτι καταργοῦσι καὶ διέφθειραν. Προσέχετε τί ἐποίησεν ὁ Ἐχθρὸς τῷ Ἰώβ, μοναχοί, καὶ σύνετε πόσοις ἀγῶσιν ὁπλίζεται. Ἐπειδὴ γὰρ εὔδηλον εἶχε τῶν ἑρπετῶν καὶ θηρίων τὴν παρατήρησιν δηλαδή, ἐποίησε τὸ ὅμοιον πρὸς τὸ ὅμοιον μάχεσθαι, ἵνα σκοτώσῃ τὴν εὐσεβῆ ἄθλησιν. Διέφθειρέ τινας ἐν τοῖς μοναχοῖς, καὶ ἐν αὐτοῖς τοὺς μὴ διαφθαρέντας βιάζεται. Ἐὰν πέσῃ τὸ ὅμοιον, ὁ γνήσιος τὴν ἐκ τοῦ πλήθους μέμψιν οὐχ ὑφίσταται· ἐὰν μὴ ἀνέλῃ, ἀίδιον ἕξει τὸν πόλεμον· ἐὰν προσλάβηται τῆς λέπρας, καὶ τῆς δυσωδίας μεταλαμβάνει· ἐὰν ἀποβάληται, τὸ σκάνδαλον τῶν πολλῶν χεῖρον αὐτῷ γίνεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.