Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ

Ἐφραίμ ὁ Σύρος

Ακτημοσύνη, ταπεινοφροσύνη και αντιμετώπιση των σφαλμάτων

Παραινέσεις για την ορθή διαχείριση των δωρεών, την ανυπόκριτη αγάπη, την αποφυγή της οργής και την ταπεινή αντιμετώπιση των ανθρώπινων σφαλμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Ἐὰν πονῶμεν ἐπὶ πλείοσι, τῇ ἀπληστίᾳ αἰτίας παρέχομεν· ἐὰν ἐπὶ εὐπορίᾳ τερπώμεθα, ἐπὶ ἀπορίαις εὐάλωτοι τυγχάνομεν· ἐὰν ποθῶμεν λαμβάνειν, τὸ διδόναι παραιτούμεθα· ἐὰν ἡδέως πρὸς τὰ δῶρα, οὐχ ἡδέως πρὸς τὸ δίκαιον.

Ὅτε τις δῷ σοι διὰ Θεόν, λάμβανε, ὡς κομίζων Θεῷ· ὅτε τις παρέχει διὰ κοινωνίαν εὐσεβείας, τὰ ὅμοια ποιῶν οὐχ ὑφέξεις λογοθέσιον. Ἐὰν δέξῃ, φανερῶς λάμβανε, καὶ ἐκφεύξῃ φιλαργυρίαν· ἐὰν παρέχῃς, κρυπτῶς δίδου, καὶ διαδράσεις κενοδοξίαν· ἐὰν μὴ πείθῃ κολακευόμενος, οὐ λυπῇ λοιδορούμενος· ἐὰν μὴ παρέχῃς ἐμπαθῶς, οὐδὲ λήψῃ ἐμπαθῶς· ἐὰν μὴ εὐεργετῇς προσκλινῶς, οὐκ ἐπαίρῃ ἐγκωμιαζόμενος. Οὓς τιμᾷς, μὴ δι᾽ ἀμοιβὴν τιμήσῃς, καὶ οὐκ ἀπαιτήσεις τιμήν. Οὓς αἰδῇ, μὴ διὰ πλοῦτον κολακεύσῃς.

Οὓς ἀγαπᾷς, μὴ διά τινα χρείαν, καὶ οὐ μὴ γένηται ἐπίπλαστον. Οὓς προσποιῇ, μὴ δι᾽ ἑαυτόν, καὶ ἀποδράσεις τῆς φιλαυτίας τὸν ἰόν. Ἐὰν εὐποιῇς διὰ Θεόν, οἶδας ἕκαστον, ὧν ἐστὶν ἄξιος· ἐὰν γνησίως πορεύσῃ, οἶδας τοὺς ἐπιθέτας· ἐὰν διαθέσεως ἀντιποιήσῃ, καὶ εὐσέβειαν, ὡς δεῖ, θεραπεύσεις· ἐὰν πονέσῃς ἁμαρτήσας, ἐπιγνώσῃ ἀνάπαυσιν εὐπραγήσας· ἐὰν ἡδέως ἔλεγχον δέξῃ, μετὰ οἰκειότητος ἄλλους ἐλέγξεις· ἐὰν ὑπομείνῃς λοιδορίαν, οἶδας τὴν ὁδὸν τῆς μακροθυμίας· ἐὰν ἐνέγκῃς μοχθηρίαν, ἐπιγνώσῃ ἐλευθερίαν χρηστότητος· ἐὰν βαστάσῃς ἄφρονα, δυνήσῃ ποιῆσαι αὐτὸν φρόνιμον. Ἐὰν μὴ κινηθῇς ἀπὸ λόγου κενοῦ, οὐ ποιήσεις πρᾶξιν κενήν· ἐὰν μὴ μισήσῃς ἄφρονας, οὐ μὴ διορθώσῃ ψυχήν· εἰ μὴ ποθήσεις τὸν πλησίον, οὐκ οἶδας πῶς σεαυτὸν ἀγαπήσεις· εἰ μὴ τιμήσεις δίκαιον, οὐ συνήσεις θεραπείαν Θεοῦ. Εἰ μὴ δώσεις χρῄζοντι, οὐκ εἴσῃ καὶ σεαυτὸν εἶναι ἄνθρωπον. Ὅτε λυπῇ ἐπὶ νεκρῷ, ὑπομνήσθητι τῆς φύσεως· ὅτε ἐπὶ ἁμαρτάνουσι μὴ χαίρεις, φρόντιζε περὶ τελειότητος· ὅτε μανθάνειν σπεύδεις περὶ ἀρετῆς, τότε νοήσεις τῆς διανοίας σου τὴν εὐτέλειαν. Μάνθανε παρὰ ἁγίων καὶ αἴτει Θεοῦ χάριν εἰς διάπραξιν· νόησον τὴν κακίαν καὶ τὸν Θεὸν αἰτήσεις εἰς βοήθειαν· σύνες τὴν φύσιν καὶ μὴ χωρίζου τῆς τοῦ Θεοῦ χάριτος.

Ἠγνόησας; Μὴ λυποῦ ὡς ἄνθρωπος. Κατώρθωσας; Μὴ καυχῶ ὑπὲρ ἄνθρωπον. Ἐπὶ προκοπαῖς μὴ καυχηθῇς καὶ μὴ ἀπαγορεύεις ἐπὶ σφάλματι. Ἐπὶ θείᾳ χάριτι μὴ ἀλαζονεύου καὶ οὐ μὴ περιτραπῇς εἰς ἀσέβειαν· ἐπὶ δόξῃ μὴ ἐπαίρου καὶ οὐ μὴ πέσῃς εἰς ἀπόγνωσιν. Ἀπόδραθι τὸ ψεῦδος, ὡς τὸν δράκοντα, καὶ εἰσελεύσῃ εἰς τὸν παράδεισον. Μὴ ταχέως τοῖς λεγομένοις πίστευε, μηδὲ παντὶ λέγοντι συγκατατίθου. Βραδέως ἐπαγγέλλου καὶ ταχέως ἐπιτέλει. Βραδέως πίστευε καὶ ταχέως ἀλήθευε. Σπεῦδε μαθεῖν τὸ σαφές, οὐχ ἵνα κρίνῃς, ἀλλ᾽ ἵνα μὴ κατακρίνῃς. Μᾶλλον ὑστέρει εἰς κρίσιν· εἰ γὰρ ἐπέχεις, σεαυτὸν οἰκτηρήσεις. Φεῦγε τὸ δικάζεσθαι καὶ μὴ παραιτοῦ διακαταπονούμενον.

Ἐὰν γένῃ κριτής, ὡς σύμβουλος γενοῦ· ἐὰν προτραπῇς εἰς συμβουλίαν, ὡς πατὴρ εὐνόησον. Μὴ ἀποφαίνου ἐν συμβουλῇ σου ἀγνοῶν τοῦ Θεοῦ τὰ ἀπόκρυφα. Δίσταζε διηγούμενος, καὶ οὐκ ἔσῃ εὐεπίληπτος. Δίδασκε ὡς ἔμαθες, καὶ ὠφελήσεις τοὺς ἀκούοντας. Ἀμφιβόλως περὶ ὧν ἀγνοεῖς διηγοῦ, καὶ ἐὰν πέσῃς, ἔσῃ σῶος. Ἑλοῦ θανεῖν ἢ φθόνῳ ὑποταγῆναι.

Ἑλοῦ ζημίαν ἢ ὅρκον· οὐ γὰρ λείπει τῇ εὐσεβείᾳ ἄμυνα. Ζήλου τὸ ἀγαθὸν ἐνεργῶς καὶ ὡσαύτως μίσει τὸ πονηρόν. Ἐὰν ὀμόσῃς ἐν ἀνάγκῃ, ἀπολογία σοι ὑπάρξει βεβαία· ἐὰν ἐξ ἀνάγκης γένῃ κριτής, ἐκφεύξῃ τὴν μετὰ κρίσεως κατάκρισιν. Ἐὰν συναρπασθῇς, ἀπολόγησαι ὡς ἄνθρωπος· ἐὰν συμπέσῃς διανοίᾳ, προσοίσῃ τὴν φύσιν. Κρεῖσσον ὡς ἄσοφον κριθῆναι ἢ ὡς σοφὸν καταγνωσθῆναι. Ἄμεινον ὡς ἄπειρον ἀποβληθῆναι ἢ ὡς ἔμπειρον δίκας λέγειν. Ἐὰν ψεύσῃ, ὁμολόγησον· ἐὰν ἐν πάθει ᾖς, μὴ κρύψῃς τοὺς ἀκούοντας. Ἐὰν σεαυτῷ σύνοιδας, μὴ ἀμερίμνως δίαγε· ἐὰν οὐκ ἔστιν ὁ συμπονῶν, ὡς μόνος ὑπόστηθι κόπον πλείονα. Ὅπερ δύο ἢ τρεῖς ἤμελλον ποιεῖν, ποιῆσαι μὴ ὀκνήσῃς. Μὴ κρύπτε τοὺς ἀνθρώπους ἐν πλημμελείαις γενόμενος· σεαυτὸν δὲ ἐκκάλυπτε δεόντως. Μὴ κρύπτε Θεὸν σφαλλόμενος, ἵνα μὴ καὶ αὐτὸς κρυβῇ σε ἐν καιρῷ ἀνάγκης. Μὴ καυχῶ περὶ δικαιοσύνης, ἵνα μὴ κατακριθῇς περὶ τῆς τελειότητος αὐτῆς. Μὴ καυχῶ περὶ φρονήσεως, ἵνα μὴ ὑπὲρ προλήψεως ἐξετασθῇς. Ἑλοῦ ἐπιβῆναι ξίφει ἢ ἁλῶναι ἐν ὀργῇ.

Μᾶλλον ὑποστῆναι θυμοῦ ὀργὴν αἵρησαι ἢ γὰρ ἐπιδείξασθαι. Ἄμεινον τὸ πτερνισθῆναι ἢ πτερνίσαι· ἐὰν δὲ ᾖς ἐν θείᾳ χάριτι, οὐδὲν ὑφίστασαι. Προόρα τὸ μέλλον ὡς λόγου ἀντεχόμενος καὶ τὸ παρὸν παρατήρει ὡς θνητὸς ἄνθρωπος.