Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ

Ἐφραίμ ὁ Σύρος

Κανόνες συμπεριφοράς, εγκράτεια και διαφύλαξη της ησυχίας

Προτροπές για τη συνετή αντιμετώπιση των άλλων, την αποφυγή των ερίδων και της πολυλογίας, και την καλλιέργεια της εσωτερικής ησυχίας μέσω της εγκράτειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Δοκίμαζε τοὺς φίλους καὶ τοὺς ἐχθροὺς συμβίβαζε. Ἐπιεικῶς ἔλεγχε καὶ εὐσεβῶς συνδιατίθου. Μήτε τοὺς φαύλους παντελῶς ἀποποιοῦ, μήτε τοὺς ἀγαθοὺς ἀεὶ ἐγκωμίαζε. Μὴ γίνου κατάδηλος ἐν ἀμφοτέροις μέρεσιν, ἀλλὰ μηδὲ ἄπειρος ὢν τῆς γνώμης αὐτῶν. Μὴ εὐνόει ἐμπαθῶς, καὶ οὐ μὴ μισηθῇς· μὴ γίνου θεωρητής, καὶ οὐ μὴ ὑποληφθῇς ὡς ἐχθρός· μὴ σπεῦδε τὰ πάντων εἰδέναι, καὶ οὐ μὴ ἀποδώσεις σεαυτόν· μὴ θέλε τὰ πάντων νοεῖν, καὶ οὐ μὴ σιανθῇς· μὴ σπούδαζε εἰς κατάληψιν μυστηρίων, καὶ προδότης οὐ μὴ νομισθῇς. Ἐὰν γένηται ἐπὶ σοῦ μάχη, μὴ ἀκριβεύου τοὺς λόγους· ἐάν τις ἐν μάχῃ ὢν ἀνατίθεταί σοι, μὴ ἐρέτιζε· ἐὰν πυνθάνεταί σου φίλος περὶ ἀνταποδόσεως, μὴ συνεργήσῃς· ἐὰν ὁ ἐχθρὸς ἀπειλῇ σοι, μὴ σύμπιπτε· ἐὰν δόλον νοήσῃς, μὴ παρ᾽ αὐτὰ ἐλέγξῃς· ἐὰν συνήσῃς ἔνεδρον πολλῶν, μὴ διὰ τραχείας ἀπαντήσῃς ὁδοῦ· ἐὰν ὄχλου ἐπανάστασίς σοι γένηται, μὴ θαρσήσῃς τῷ λόγῳ σου· ἐὰν ἐμπέσῃς εἰς πονηρίας, μὴ ἀντιστῇς διὰ τῆς ἰσχύος σου.

Εἰς ὄχλου διαίρεσιν μὴ μέσαζε ἐξ ἀρχῆς· εἰς μάχην δυνατῶν μὴ γίνου κατ᾽ αὐτούς· εἰς ἀταξίαν νεωτέρων μὴ περιέλθῃς ἐπιεικῶς, ἀλλ᾽ αὐστηρῶς· εἰς λόγους κενοὺς μὴ δίδου ἄνεσιν· εἰς διήγησιν ἐμπαθῆ μὴ καθέζου· εἰς γέλωτα μὴ ἐπιτέρπου, καὶ οὐ μὴ σπείρῃς ἐν σοὶ ῥᾳθυμίαν. Εὐτραπέλοις μὴ χαῖρε, ἵνα μὴ εἰς μετεωρισμὸν ἐκτραπῇς· ὁδοῖς πόλεως μὴ πύκναζε, ἵνα μὴ ἐμπαθὴς ἀποβῇς. Μίσει τῶν πολλῶν τὰς συνουσίας, ὅτι σύγχυσιν τῇ ψυχῇ παρέχουσιν. Ἀγάπησον σιωπήν, ἵνα ἐν σοὶ ἡ συνείδησις ὡς διδάσκαλος ᾖ.

Φεῦγε πολυλογίαν, ἵνα μὴ γένῃ ἐπιλήσμων. Ἀπόδραθι τὰ συμπόσια, ἵνα μὴ γένῃ πόρνος δίχα γυναικῶν. Παραιτοῦ τὰς περιττὰς συντυχίας, ἵνα μὴ κριτὴς καταστῇς ἄδικος ἄνευ τῆς αὐτοῦ ἐξουσίας. Ἀποποιοῦ τὰς τῶν γυναικῶν ὁμιλίας, ἵνα μὴ καὶ τὸν ὕπνον ἔχῃ ἐμπαθῆ. Μὴ ἔσθιε συνεχῶς, ἵνα μὴ σκοτώσῃς σου τὴν διάνοιαν. Μὴ πολλὰ μεταλάμβανε, ἵνα μὴ πηλὸν ποιήσῃς τὴν σάρκα σου. Ἀπέχου μνήμης ἐδεσμάτων παραξένων, ἵνα μὴ γένῃ ἐμπαθής.

Ἀπέχου τραπεζῶν ἡδονῆς, ἵνα μὴ γένῃ καὶ πονηρίας παράσιτος. Ἰδίαζε τὰ πολλά, ἵνα, ὅταν συντύχῃς, μάθῃς ἑκατέρων τὴν ὠφέλειαν. Μὴ πᾶσι θάρρει, πᾶσι δὲ τοῖς θέλουσι συντύγχανε. Μὴ πάρελκε τὰς συντυχίας, ἵνα μὴ ἐπιλάθῃ τῆς ἡσυχίας. Μὴ ἐκτείνῃς τὰς ὁμιλίας, ἵνα μὴ ζημιωθῇς τῆς συνομιλίας τοῦ Θεοῦ.