Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τελειότητος μοναχοῦ

Ἐφραίμ ὁ Σύρος

Μελέτη των Γραφών, προσευχή και φρούρηση των αισθήσεων

Οδηγίες για την προσοχή κατά την ανάγνωση των θείων Γραφών, τη χρήση βιωτικών αναλογιών για την πνευματική μέριμνα και την τελική χαλιναγώγηση της σάρκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 8

Ἐὰν μὴ προσπίπτῃς τῷ Θεῷ, ἀναγίνωσκε ἐν ἡσυχίᾳ· ὅτε δὲ ἀρχὴ γραφῆς Θεοῦ, ὡς μέλλων διηγεῖσθαι ἃ ἤκουσας φρόντισον. Ὅτε Θεῷ παρίστασαι, σύνες τοὺς ἐπιγείοις ἄρχουσι λειτουργοῦντας. Ἐκ δούλων καὶ δεσποτῶν νόει σου τὴν παράστασιν. Ἐκ μαθητῶν καὶ διδασκάλων μάθε τὰ περὶ Θεοῦ. Ἀπὸ τῶν ἐπὶ γῆς φίλων μάθε, ὡς ὀφείλεις παρεδρεύειν αὐτῷ.

Ἀπὸ τῆς σαρκικῆς ἀνάγκης καὶ τὴν τῆς ψυχῆς χρείαν δοκίμασον. Οἷον ὁρᾷς ἐν ἐνδείᾳ τὸ σῶμα, καὶ τὴν διάνοιαν νόησον, ὅτε δεῖται τροφῆς. Οἵαν σκοπῇς πρὸς ἀσθένειαν μετάληψιν, καὶ τῷ νῷ τράπεζαν πάρεχε. Ὡς ἐπιμελητὴς ἀγροῦ, γενοῦ καὶ τῆς ψυχῆς· ὡς χρεώστης φυσικῶν, γίνου καὶ τῆς εὐσεβείας· ὡς οἰκονόμος ῥώσεως, ἔσο καὶ τῇ διανοίᾳ· ὡς τέκνων φροντιστής, εἶναι σπούδαζε καὶ τῶν καλῶν πράξεων· ὡς δούλων ἐπιστάτης, γίνου καὶ τῶν νόθων· ὡς ἐπόπτης πόλεως, μερίμνα 〈καὶ〉 τῆς ἀρετῆς· ὡς κτηνῶν ἡνίοχος, καὶ τὰ πάθη ἐπίβλεπε· ὡς παιδευτὴς ἀλόγων σκληρῶν, γίνου καὶ τοῖς πάθεσιν ἀγριαίνουσιν. Ὡς ποιμήν, θεράπευε τὴν σάρκα σου τῇ ἀπαθείᾳ· ὡς φύλαξ θησαυροῦ, γίνου ἐπὶ τῆς πίστεως· ὡς στρατηγὸς βουληφόρος, ἀγωνίζου πρὸς τὰ πολεμικά· ὡς ἀθλητὴς ἐπίδοξος, ἀγωνίζου μὴ ἀδοξεῖν· ὡς σοφὸς διδάσκαλος, μὴ καταγνωσθῇς ὑπὸ τοῦ παρατυχόντος· ὡς καλὸς στρατιώτης, ἑτοιμάζου πρὸς τὸν ἀντίπαλον· ὡς σοφὸς ἀρχιτέκτων, δοκίμαζέ σου τὴν δύναμιν· ὡς συνετὸς οἰκονόμος, σύνες σου τὴν εὐκαρπίαν· ὡς ἀληθὴς ἔμπορος, νόει σου τὴν πραγματείαν· ὡς εὔνους οἰκέτης, ἐπίστησον τοῖς ὀφειλομένοις.

Πρόσεχε χαλιναγωγεῖν τὴν σάρκα, ἵνα μὴ τὸν ἐπιβάτην νοῦν καταβάλῃ εἰς κίνδυνον. Ἀφόρα πρὸς τὰ μέλη ὡς λοίδορος, ἵνα μὴ τὸ κάλλος ἀφανισθῇ τῆς ἀρετῆς. Ἐπίστησον ταῖς αἰσθήσεσιν, ἵνα μὴ ὡς ὅπλα πολέμου ἰὸν εἰς φθορὰν ὑποδέξωνται. Σκόπησον πρὸς τὴν ψυχήν, ἵνα μὴ δι᾽ ἐπιβουλῆς προδοσίαν ὑποστῇς.