Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ θείας χάριτος

Ἐφραίμ ὁ Σύρος

Η παιδαγωγία της χάριτος στον βίο του Ιωσήφ

Η ενέργεια της θείας χάριτος και η υπομονή του Ιωσήφ στις δοκιμασίες, καθώς και η υπεροχή του έναντι της κοσμικής σοφίας των Αιγυπτίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Καὶ σὺ ἐὰν ἐπιμείνῃς, συνήσεις τὴν λυσιτέλειαν. Ἐκ τοῦ Ἰωσὴφ ἐπίστησον, ὅτε ἐποίμαινεν· οὐκ ἐφάπαξ αὐτὸν προήγαγε, πολλαῖς δὲ προπαιδείαις ἐγύμνασεν. Ἠγνόει ὁ νέος τὸ γενησόμενον, ἀλλ᾽ ἠνέσχετο αὐτῆς ὡς ἤθελεν. Ὅτε στέφανον αὐτῷ ὡς βασιλεῖ περιέθηκε, συνῆκεν αὐτῆς τὴν ὠφέλειαν. Ὅτε θρόνον αὐτῷ ἐνεπίστευσεν ἐξουσίας, ἔγνω τὴν αἰχμαλωσίαν, ὅτι αὐτῆς ἦν δοκίμιον. Ὡς μήτηρ διδάσκει τέχνην, οὕτως αὐτὸν δι᾽ ὑπομονῆς θεοσέβειαν ἐδίδαξεν. Ὡς διδάσκαλος παιδεύων υἱὸν ἴδιον, οὕτως αὐτὸν ἐν δουλείᾳ κατεπόνησεν. Ὡς πατὴρ τύπτω τέκνον, ἵνα γένηται σοφόν, οὕτως αὐτὸν ἐν πόνοις ἐνέβαλεν. Ἠνέσχετο τῶν καλῶν συμβουλιῶν αὐτῆς, καὶ ἐτίμησεν αὐτὸν ὡς υἱὸν πρωτότοκον. Ἔδειξεν ἡ χάρις τίνος ἐστὶ φύσεως, καὶ τὸν γενόμενον υἱόν, βασιλέα κατέστησεν. Ἐβασίλευσε σὺν αὐτῷ, διὰ τοῦτο καὶ μέχρι τέλους κατώρθωσεν. Οὐκ ἀφῆκεν αὐτὸν ἐπὶ τῆς ἀρχῆς, ὅτι καὶ αὐτὸς οὐκ εἴασεν αὐτὴν πειραζόμενος. Συνέπραττεν αὐτῷ, καὶ διέπρεψεν, ὅτι καὶ αὐτὸς ἐν ἀνάγκῃ ἔστερξεν αὐτῆς τὴν διάθεσιν. Ἤνεγκε τὴν ἐπιτιμίαν αὐτῆς ὡς μητρός, καὶ ἐκληρονόμησεν αὐτῆς τὴν εὐπρέπειαν. Ἐβάστασεν αὐτῆς τὴν ἀγανάκτησιν ὡς διδασκάλου, καὶ γέγονε διδάσκαλος ἀοράτων σοφός. Τὰ καθ᾽ ἕκαστον οὐκ ᾔδει, καὶ ὑπακούσας αὐτῆς, ἔγνω τὰ κατὰ πάντας ἀνθρώπους. Τί ἐποίει, ἠγνόει, καὶ ἐπὶ τέλει βασιλεῦσι τί ποιήσωσι συνεβούλευε.

Καὶ ἐν τίσιν ἦν, οὐκ ἐγίνωσκε, καὶ ἐν τίσι καιροῖς πάντες ἄνθρωποι γενήσονται, ἀπήγγειλε. Διὰ πόσων διήρχετο οὐκ ἠπίστατο, καὶ πόσοι καὶ ποῖοι καιροὶ παρελεύσονται, σαφῶς ἀπεκρίνατο.

Καὶ ὅτι δίχα τῆς χάριτος οὐδεὶς οἶδε τὰ ἀόρατα, πάλιν ἡ κατ᾽ αὐτὸν πρᾶξις δηλώσειε. Σοφοὶ ἦσαν οἱ Αἰγύπτιοι, ἀλλὰ ἦσαν μωροί, ἐκείνῃ μὴ συναλλάξαντες. Ἐδόκουν καὶ ἀόρατα εἰδέναι ὡς ἐπαοιδοί, ἀλλ᾽ ἐδείχθη ἡ γνῶσις αὐτῶν ὅτι σκότει ἐσπαργάνωτο. Εἶπε καὶ ὁ Παῦλος ὅτι πνευματικὰ πονηρίας εἰσίν, ἵνα μάθωμεν ὅτι ἔχουσι καὶ οὗτοι γνῶσιν ἀοράτων, ἀλλὰ ἄκυρον, ὅτι οὐδὲν ἐπέγνωσαν. Μαθὸν ἔτι ἐκ τῶν κατὰ τὸν Ἰωσήφ, ὅτι ἡ χάρις ἡ θεία νικᾷ πάντων ἀοράτων ἐπιδρομήν, καὶ οὐδὲν αὐτὴν λέληθε. Διὰ τοῦτο ὁ ἔχων αὐτήν, οὐκ ἐπηρεασθήσεται. Αὕτη πάλιν λαθεῖν οὐ δύναται· φῶς γάρ ἐστι, καὶ ὑπὸ σκοτίας οὐκ ἀναλίσκεται. Περὶ τῶν κατὰ τὸν Ἰωσὴφ λέγει καὶ Παῦλος ὅτι [καὶ] ὁ πνευματικὸς πάντα ἀνακρίνει, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. Εἰ ἔγνωμεν τίς ἡ κρίσις τοῦ Θεοῦ, καταγνῶμεν τῆς κοσμικῆς κρίσεως. Διδάσκαλοι νηπίων Αἰγύπτιοι, ἀλλὰ Ἰωσὴφ ἔδειξεν ὅτι οὐδὲ μαθηταὶ εἶναι ἠδύναντο.

Εἰ οἱ διδάσκαλοι ἄφρονες καὶ ἀνόητοι, ἐπὶ πλεῖον οἱ μαθηταὶ ἔσονται. Μὴ ἔχοντες τὴν δύναμιν, λόγους εὐψόους συνέθηκαν· καὶ αἱ πόρναι μὴ ἔχουσαι διάθεσιν, κόσμῳ πλάνης ἀποκέχρηνται. Ὁ Ἰωσὴφ νέος ὢν ἀγράμματος, Αἰγυπτίους πρεσβύτας ἐνίκησε 〈διὰ〉 τῆς αὐτῆς χάριτος· καὶ οἱ Ἀπόστολοι ἰδιῶται ἦσαν καὶ ἀγράμματοι, ἀλλ᾽ ἥττησαν τοὺς Φαρισαίους πολλὰ λέγοντας, εἰπόντες· ὑμεῖς κρίνατε, εἰ ἐστὶ δίκαιον μὴ λαλεῖν ἃ εἴδομεν, ἢ 〈μὴ〉 ποιεῖν ἃ ἐμάθομεν εἰς ἴασιν ἀνδρῶν. Κἀκεῖνοι ἀπεσιώπησαν.