Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τινων ζητημάτων

Ἐφραίμ ὁ Σύρος

Εισαγωγικές προτροπές για την υπομονή και τον αγιασμό

Απάντηση σε ερωτήματα αδελφών με έμφαση στην αναγκαιότητα της υπομονής, τη διαφύλαξη του αγιασμού και την αποφυγή της κενοδοξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ ἐρωτήσεών τινων Περὶ ὧν ἠρωτήσατε, μαθεῖν βουλόμενοι, διὰ συντομίας ἐρῶ· ὅτι δίχα φόβου Θεοῦ καὶ ὑπομονῆς τελείας κατορθωθῆναί τι καὶ εἰς πέρας ἐλθεῖν τῶν ἀμηχάνων ἐστί· τοῦ Ἀποστόλου λέγοντος· ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὰς ἐπαγγελίας· καὶ ὁ Κύριος διδάσκει λέγων τοῖς ἑαυτοῦ μαθηταῖς οὕτως· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ πάλιν· 〈ὁ〉 δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Οὐ γὰρ ἀπεφήνατο ἄχρι τοῦδε ἢ τοῦδε, οὗτος σωθήσεται, ἀλλ᾽ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Οὐ γὰρ ἐν τῇ ἀρχῇ τὸ τέλος γνωρίζεται, ἀλλ᾽ ἐν τῷ τέλει ὁ καρπὸς εὑρίσκεται. Συνάψατε οὖν τὴν ἀρχὴν τῷ τέλει, ἵνα ἐν τῷ τέλει τὸ νῖκος εὑράμενοι κομιεῖσθε τὰς ἐπαγγελίας. Φυλάξωμεν καὶ τὸν ἁγιασμόν· ζητήσεται γὰρ τοῦτο ἐξαιρέτως παρὰ τοῖς τὸν μονήρη βίον ἐπανῃρημένοις.

Μὴ ὦμεν κενόδοξοι, ἵνα μὴ καὶ ἡμῖν εἴπῃ ὁ Κύριος· πάντα τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν, φιλοῦσι δὲ τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί. Ἐσόμεθα τοιγαροῦν ταπεινοὶ ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ὅπως εὕρωμεν χάριν παρὰ Κυρίου· καθότι εὐδοκεῖ Κύριος ἐν τῇ ταπεινώσει.