Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς ἀληθοῦς ἀποταγῆς καὶ πῶς εὑρίσκει ἡ ψυχὴ τὸν θεόν, καὶ διὰ τί ὁ κύριος πρὸς ἡμᾶς ἦλθεν

Ἐφραίμ ὁ Σύρος

Η αληθινή αποταγή και ο αγώνας κατά των λογισμών

Η αναγκαιότητα της εσωτερικής αποταγής και η προσπάθεια απαλλαγής της ψυχής από τους πονηρούς λογισμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος περὶ ἀληθοῦς ἀποταγῆς, καὶ ὃν τρόπον εὑρήσει ψυχὴ τὸν Θεόν· διὸ καὶ ἦλθεν ὁ Κύριος Ὁ τὴν ἡσυχίαν ἐπανῃρημένος καὶ τὴν μόνωσιν μεταδιώκων, καλὴν ἀρχὴν ἠσπάσατο. Ἀλλ᾽ ὥσπερ τῶν ταραχῶν τοῦ φαινομένου ὄχλου ἀπέστη, ἐγκύψῃ εἰς τὴν ἑαυτοῦ ψυχήν, εἰ καὶ τῶν ἔνδοθεν θορύβων ἀπήλλακται, καὶ τῆς τῶν δαιμόνων πολυοχλίας ἠλευθέρωται. Εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ ταραχαὶ καὶ θόρυβοι λογισμῶν πονηρῶν καὶ κακίας πολλῆς ἀντικειμένων δυνάμεων, περὶ ὧν φησὶν ὁ Ἀπόστολος· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Καὶ πάλιν· τὰ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Κυρίῳ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὥστε ὅλος ἡμῶν ὁ ἀγὼν γενέσθαι πρὸς τὸ ἡσυχάσαι ἀπὸ τῶν ἔνδοθεν, καὶ ταῖς ἀληθιναῖς ταραχαῖς ἀποτάξασθαι καὶ ὄχλῳ λογισμῶν ἀντικειμένων δυνάμεων.