Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς ἀληθοῦς ἀποταγῆς καὶ πῶς εὑρίσκει ἡ ψυχὴ τὸν θεόν, καὶ διὰ τί ὁ κύριος πρὸς ἡμᾶς ἦλθεν

Ἐφραίμ ὁ Σύρος

Η απερίσπαστη προσευχή και η πνευματική καθαρότητα

Η σημασία της προσοχής στην προσευχή και ο αγώνας για τη διατήρηση της καθαρότητας της ψυχής ενώπιον του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἐπεὶ μάτην ἐγένετο ἡ ἀποταγὴ καὶ ἡ ἀναχώρησις τῶν φαινομένων τόπων. Ἡ γὰρ ἀληθινὴ αὕτη ἐστί· τὸ ἔσωθεν εἰρηνεύειν καὶ γαληνιᾶν. Ὅταν οὖν ἑστήκῃς εἰς δέησιν πρὸς τὸν Θεόν, πρόσεχε μὴ τὰ σκεύη σου τὰ καλά, ἐν οἷς ψάλλεις τῷ Θεῷ, τουτέστι τοὺς λογισμούς σου, ἁρπάζωσιν οἱ ἐχθροί σου. Καὶ πῶς ἢ ἐν τίνι διακονήσεις τῷ Θεῷ τῶν ὅπλων ληφθέντων, τουτέστι τῶν λογισμῶν αἰχμαλωτισθέντων; Οὐ γὰρ χρείαν ἔχει ὁ Θεὸς ἵνα τὸ στόμα ἢ ἡ γλῶσσα εὔχεται. Ἡ γὰρ διακονία τοῦ Θεοῦ αὕτη ἐστίν· ἵνα οἱ λογισμοί, καὶ ἡ ὅλη ἰσχὺς καὶ ἡ δύναμις τῆς ψυχῆς, καὶ ὅλος ὁ νοῦς τέταται πρὸς τὸν Θεὸν ἀμετεωρίστως. Μὴ μίξῃς τῷ χρυσῷ σου χαλκὸν ἢ μόλυβδον, τουτέστι τῇ ψυχῇ σου πολλοὺς λογισμοὺς καὶ ἀκαθάρτους· ὥσπερ γὰρ κόρη ἀνδρὶ ἡρμοσμένη, εἰ ὑπονοθευθῇ ὑπὸ ἑτέρων, βδελυκτὴ τῷ ἀνδρὶ γίνεται, οὕτω καὶ ἡ ψυχὴ ὑποσυρομένη ὑπὸ ῥυπαρῶν λογισμῶν καὶ συντιθεμένη, βδελυκτή ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ αὐτῆς Χριστῷ. Ἀλλὰ τὸ ἐν αὐτῇ δυνατόν, μὴ συνδυαζέτω, μηδὲ γλυκαινέσθω τῇ αὐτῶν συγκαταβάσει, ἵνα ἰδὼν ὁ Κύριος τὴν ἀγάπην αὐτῆς τὴν πρὸς αὐτόν, ἐλεήσει αὐτήν, καὶ ἐλθὼν ἐξολοθρεύσει τοὺς ἐχθροὺς αὐτῆς τοὺς νουθετοῦντας καὶ πείθοντας ἔχθραν ἔχειν πρὸς τὸν Νυμφίον αὐτῆς, καὶ τὰ νοήματα αὐτῆς βουλευομένους φθεῖραι ἀπὸ τοῦ Χριστοῦ.

Καὶ ὅταν ἴδῃ ὁ Κύριος ὅτι συνάγει ἑαυτὴν ἡ ψυχή, ὅσον τὸ ἐν αὐτῇ, ἀεὶ τὸν Κύριον ζητοῦσα καὶ προσδοκῶσα νυκτὸς καὶ ἡμέρας, 〈καὶ〉 βοῶσα πρὸς αὐτὸν (οὕτω γὰρ καὶ ἐνετείλατο, ἀδιαλείπτως προσεύχεσθαι), ἐν τάχει ποιήσει τὴν ἐκδίκησιν αὐτῆς, καὶ καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, ἄσπιλον νύμφην ἑαυτῷ παραστήσει.