Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς ἀληθοῦς ἀποταγῆς καὶ πῶς εὑρίσκει ἡ ψυχὴ τὸν θεόν, καὶ διὰ τί ὁ κύριος πρὸς ἡμᾶς ἦλθεν

Ἐφραίμ ὁ Σύρος

Η αναζήτηση του αληθινού φωτός και η θεραπεία του έσω ανθρώπου

Θεολογική και ασκητική προτροπή για την αναζήτηση του Χριστού, του αληθινού φωτός που σώζει και θεραπεύει τον εσωτερικό άνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Εἰ οὖν πιστεύεις αὐτῷ ταῦτα εἶναι ἀληθῆ, ὥσπερ καὶ ἐστί, πρόσεχε σεαυτῷ, εἰ εὗρεν ἡ ψυχὴ τὸ φῶς τὸ ὁδηγοῦν αὐτήν, καὶ τὴν βρῶσιν καὶ τὴν πόσιν τὴν ἀληθινήν, ὅπερ ἐστὶν αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας, ἵνα λάβῃς· τυφλὸς γὰρ εἶ. Οὕτως ἐπηγγείλατο, καὶ οὕτως εὑρίσκει ἡ ψυχὴ τὸν ἀληθινὸν Θεόν. Ὅταν οὖν θεωρεῖς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον, καὶ βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὕροις τὸ ἀληθινὸν φῶς· σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀοράτων καὶ ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. Ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔσω, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁ Σατανᾶς, καὶ ὦτα ἃ ἐκώφωσε, καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον σῶσαι, καὶ ἄνθρωπον ὑγιῆ ποιῆσαι· ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.