Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς ἐνεργείας τοῦ πονηροῦ δαίμονος

Ἐφραίμ ὁ Σύρος

Η δαιμονική μεθοδεία της αναβολής της μετάνοιας

Η τακτική του πονηρού που προτρέπει τους νέους σε απολαύσεις και τους γέροντες σε αμέλεια, χρησιμοποιώντας παρερμηνείες των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Λόγος περὶ τῆς ἐνεργείας τοῦ μισοκάλου δαίμονος Πατέρες καὶ ἀδελφοί, ἀκούσατε· πολλάκις γὰρ ὁ Ἐχθρὸς ὑποβάλλει τῷ ἀνθρώπῳ, λέγων· ἀκμὴν νεώτερος εἶ· ἀπόλαυε τῶν ἐπιθυμιῶν σου. Πόσους γὰρ δοκεῖς καὶ ἐν τῷ κόσμῳ τρυφήσαντας, καὶ τῶν αἰωνίων ἀγαθῶν μὴ στερηθέντας;

Καὶ σὺ νεώτερος εἶ· φάγε, πίε, εὐφραίνου τοῖς ἀγαθοῖς τοῦ κόσμου τούτου· καὶ περὶ τὸ γῆράς σου μετανοεῖς· καί, τί θέλεις ἀπὸ τοιαύτης ἡλικίας κατατήκειν τὸ σῶμά σου; Εἶτα ἄρχεται τὸ γῆρας. Φέρει λέξεις ἐκ τῶν θείων Γραφῶν ὁ δόλιος, καὶ φησίν· ὦ ἄνθρωπε, στενάζεις καὶ ἀμφισβητεῖς περὶ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ ποιεῖς αὐτὸν ἀνελεήμονα; Ἡ θεία Γραφὴ κηρύττει, ὅτι ὁ Θεὸς ἐλεήμων ὑπάρχει καὶ φιλάνθρωπος. Τί γάρ, οὐ γινώσκει ὅτι γέρων ἀσθενὴς εἶ καὶ ἀδύνατος;

Οἶδεν ὅτι νηστεῦσαι οὐ δύνασαι, οὔτε ἀγρυπνῆσαι, οὔτε χαμοκοιτῆσαι. Οὐκ ἤκουσας αὐτοῦ ἐν Εὐαγγελίοις λέγοντος, ὅτι καὶ 〈οἱ〉 ἀπὸ μικρᾶς ἡλικίας αὐτῷ δουλεύοντες, καὶ οἱ ἀπὸ μέσης, καὶ οἱ γέροντες, ἶσον μισθὸν λαμβάνουσιν;

Οὕτω γὰρ ἔφη ἐν τῷ Εὐαγγελίῳ, ὅτι καὶ οἱ εἰς τὴν πρώτην ὥραν ἐλθόντες, καὶ εἰς τὴν τρίτην, καὶ εἰς τὴν ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην, ἶσον μισθὸν ἔλαβον. Ἰδοὺ καὶ ὁ προφήτης Δαυῒδ προεφήτευσε λέγων· ηὐλόγησε τοὺς μικροὺς μετὰ τῶν μεγάλων.