Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς ἐνεργείας τοῦ πονηροῦ δαίμονος

Ἐφραίμ ὁ Σύρος

Η παγίδα της απελπισίας και η απόκρουσή της

Η δαιμονική στρατηγική της απελπισίας εξαιτίας του πλήθους των αμαρτιών και η αντιμετώπισή της μέσω της μνήμης του θείου ελέους και της δίκαιης κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ταῦτα τὰ ῥήματα ἐρεῖ πρὸς τοὺς ἐπισταμένους τὴν Γραφήν, ἵνα μήτε ἐν τῇ νεότητι, μήτε ἐν τῷ γήρει, ἐάσῃ αὐτοὺς πενθῆσαι τὰς ἁμαρτίας αὐτῶν. Πρὸς δὲ τοὺς ἁπλουστέρους, τὸ ξίφος τῆς ἀπογνώσεως παίων, ἐρεῖ· ὦ ἄνθρωπε, τί διαλογίζῃ; Τί πλανᾷς ἑαυτὸν λέγων, ὅτι ὁ Θεὸς τῶν μετανοούντων ἐστί; Ἐπόρνευσας, ἐμοίχευσας, ἐλῄστευσας, ἐφόνευσας, ἔκλεψας, ἐψεύσω, ἐπιώρκησας.

Ποία σοι σωτηρίας ἐλπίς; Ἀπόλωλας! Διόπερ ἀπόλαυε τῶν ἐπιθυμιῶν σου. Ἐκεῖνα ἀπώλεσας, κἂν τὰ παρόντα μὴ στερῆσαι. Ταῦτα μὲν τοῦ Διαβόλου τὰ ῥήματα, ἀλλὰ τοῦ Χριστοῦ ἐναντία· ἀπόλωλας, ἀλλὰ δύνασαι σωθῆναι· ἐπόρνευσας, ἀλλὰ δύνασαι σωφρονῆσαι. Τοῦ οὖν Πέτρου εἰρηκότος· ποσάκις ἀφήσω τῷ ἀδελφῷ μου μετανοοῦντι, φησὶν ὁ Χριστός· ἑβδομηκοντάκις ἑπτά. Τοῦτο δὲ εἰπών, ἐσήμανε τὸ διηνεκὲς καὶ ἀόριστον.

Ὁ δὲ ἄνθρωπος ὄπου ἐὰν φθασθῇ εἰς τὸ τέλος, ἐκεῖ καὶ κρίνεται· κἂν εἰς τὸ ἀγαθόν, κἂν εἰς τὸ κακόν. Μνήσθητι, ἀδελφέ, πῶς ἐσώθησαν οἱ ἁμαρτωλοί, καὶ μὴ ἀπογνῷς. Ἐνθυμήθητι τὸν μακάριον Μανασσῆν, τὴν πόρνην, τὸν τελώνην, τὸν λῃστήν, τὸν ἄσωτον, καὶ φεύξῃ τὸ δέλεαρ. Ὅταν εἴπῃ σοι, ἀπόλαυε τῶν ἐπιθυμιῶν σου, εἰπὲ πρὸς αὐτόν, καὶ ποία ἄρα ὠφέλεια ἐκ τῆς ἀκαθαρσίας τῶν ἡδονῶν ὑπάρχει, καὶ οὐχὶ μᾶλλον πῦρ αἰώνιον; Ὅταν δὲ μᾶλλον προσάγῃ σοι τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, λέγε πρὸς αὐτόν· κἀγὼ οἶδα ὅτι ἐλεήμων ἐστὶ καὶ φιλάνθρωπος, ἀλλὰ καὶ δίκαιος κριτής· καὶ ἐπίσταμαι ὅτι σοῦ οὐκ ἐφείσατο, οὔτε τῶν μετὰ σὲ ἀπωσθέντων, ἀλλὰ τῷ αἰωνίῳ πυρὶ κατεδίκασε. Καὶ ἐὰν εἴπῃ, ἐγὼ ἀσώματός εἰμι καὶ οὐ περίκειμαι ἀσθένειαν, διὰ τοῦτο οὐκ ἐφείσατό μου· ἀλλὰ σοῦ φείσεται, εἰπὲ πρὸς αὐτόν, πῶς τὸν πρωτόπλαστον Ἀδὰμ οὐκ ἐφείσατο, οὔτε τὴν Εὔαν, οὔτε τὸν Κάϊν, οὔτε τοὺς ἐν τῷ κατακλυσμῷ, οὔτε τοὺς Σοδομίτας, καὶ οὔτε τοῦ μαθητοῦ αὐτοῦ; Καὶ εἰ τοῦ ἰδίου μαθητοῦ οὐκ ἐφείσατο, πῶς ἐμοῦ φείσεται;