Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τῶν ἀδελφῶν πρὸς ἀλλήλους ὁμονοίας καὶ ἀγάπης

Ἐφραίμ ὁ Σύρος

Αδελφική ομόνοια και αλληλοϋποστήριξη

Προτροπή για ειρηνική συμβίωση, έμπρακτη αγάπη και αλληλοβοήθεια στα διακονήματα, την προσευχή και την ανάγνωση, με την επίγνωση ότι οι πιστοί αποτελούν μέλη του ίδιου σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ τοῦ ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ συνδιάγειν μετ᾽ ἀλλήλων οἱ ἀδελφοί Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλως· εἴτε εὔχονται, εἴτε ἀναγινώσκουσι Γραφάς, εἴτε ἕτερόν τι ποιοῦσιν, ὀφείλουσι τὸ θεμέλιον τῆς ἀγάπης ἔχειν πρὸς ἀλλήλους· καὶ οὕτω δύναται εὐδοκία Κυρίου γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις. Καὶ οἱ ἐργαζόμενοι, καὶ οἱ εὐχόμενοι, καὶ οἱ ἀναγινώσκοντες, πάντες δύναται ἐν ἁπλότητι καὶ ἀκεραιότητι διάγοντες μετ᾽ ἀλλήλων ὠφεληθῆναι. Τί γὰρ γέγραπται; Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἵνα ὃν τρόπον οἱ Ἄγγελοι, συνόντες ἐν ὁμονοίᾳ πολλῇ 〈καὶ〉 ἐν ἀγάπῃ, ἐν εἰρήνῃ διάγουσι, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος ἢ ἔρις, ἀλλὰ ἀγάπη καὶ εἰλικρίνεια μετ᾽ ἀλλήλων, οὕτω καὶ οἱ ἀδελφοὶ ἵνα ὦσι μετ᾽ ἀλλήλων· συμβαίνει γάρ τινας εἶναι τριάκοντα· ὑπὸ τὸ ἓν ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥρας ἕξ, καὶ βούλονται ἀναγνῶναι· ἄλλοι ἐξ αὐτῶν προθύμως διακονοῦσιν· ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον.

Λοιπὸν ὀφείλουσιν, εἴ τι ποιοῦσιν οἱ ἀδελφοί, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ᾽ ἀλλήλων. Καὶ ὁ ἐργαζόμενος ὑπὲρ τοῦ εὐχομένου οὕτως εἴπῃ, ὅτι ὁ ἀδελφός μου οὐ κτᾶται τὸν θησαυρόν, ἐπικοινῶν ἐστι, καὶ ἔχω κἀγώ· καὶ ὁ εὐχόμενος ὑπὲρ τοῦ ἀναγινώσκοντος εἴπῃ, ὅ, τι ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ· καὶ ὁ ἐργαζόμενος οὕτως εἴπῃ, ὅτι τὴν διακονίαν, ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια· ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα, καὶ βοηθεῖ ἀλλήλως· εἰ καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει, καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται, καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη περιφέρων, καὶ ἀλλήλοις συμπάσχει.

Οὕτω καὶ οἱ ἀδελφοὶ μέλη ἀλλήλων εἰσίν, καὶ μήτε ὁ εὐχόμενος κρίνει τὸν ἐργαζόμενον, διὰ τί οὐκ εὔχεται, μήτε ὁ ἐργαζόμενος κρίνει τὸν εὐχόμενον, ὅτι ἐκεῖνος παραμένει, καὶ ἐγὼ ἐργάζομαι, μήτε ὁ διακονῶν τὸν ἕτερον κρίνει, ἀλλ᾽ ἕκαστος εἴ τι ποιεῖ, ὁ ἀναγινώσκων τὸν εὐχόμενον, ἵνα ἔχῃ ἐν ἀγάπῃ καὶ χαρᾷ, τοῦτο λογιζόμενος, ὅτι καὶ ὑπὲρ αὐτοῦ εὔχεται. Ὁ δὲ εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο εἴπῃ, ὅτι ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ. Καὶ οὕτω δύνανται ὁμοφωνίᾳ πολλῇ ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης καὶ τῆς εἰρήνης κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ᾽ ἀλλήλων ἐν ἀκεραιότητι, καὶ οὕτω γίνεται εὐδοκία Κυρίου. Τὸ δὲ κεφαλαιωδέστερον ὅλων δηλονότι αἱ προσκαρτερήσεις τῆς εὐχῆς ἐστι, πλὴν ἓν ζητείσθω, ἵνα τις ἔχῃ τὸν θησαυρὸν τῆς ψυχῆς αὐτοῦ καὶ τὴν ζωήν, ἥτις ἐστὶν ὁ Χριστός, ἐν τῷ νῷ, εἴτε ἐργάζεται, εἴτε εὔχεται, εἴτε ἀναγινώσκει· ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τοῦ πνεύματος, τὸ μὴ παρερχόμενον.