Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ στόματος νόσου καὶ περὶ κακῶν παθῶν

Ἐφραίμ ὁ Σύρος

Τα αμαρτήματα της γλώσσας και οι συνέπειές τους

Η πνευματική βλάβη από την κακολογία και τη διχόνοια, με αναφορά σε αγιογραφικά παραδείγματα τιμωρίας, όπως της Μαριάμ και του Μωυσή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Λεπρὰ γέγονεν ὡς χιὼν [οὖσα] ἡ Μαριάμ, ἵνα καταγνωσθῇ ἐν ἑνὶ λόγῳ κακηγορίας. Καὶ εἰ Μαριὰμ προφῆτις οὖσα δίκην δέδωκε τῆς γλωσσαλγίας, τί ἡλίκον ἆρα τὸ εἶδος τῆς τιμωρίας τοῖς ἀδιαφόρως κεχρημένοις τῇ βλασφημίᾳ; Καὶ τὸ ὂν λαλησάσης τῆς Μαρίας ἀπεδοκιμάσθη ἡ ἀλήθεια, διότι μετὰ κακηγορίας ἔφρασεν· ὡσαύτως ἐὰν χρήσηταί τις δικαίως τῇ κακηγορίᾳ, ἡ δικαιοσύνη αὐτοῦ ἀδικίας μεστὴ γέγονεν. Ἢ γὰρ ἔλεγξον δικαίως ἢ μὴ λάθρα κακηγορήσῃς· ἢ ἐπιτίμησον μετὰ παρρησίας ἢ μὴ συσκευάσῃς ἐν τῷ λανθάνοντι. Ἐξουθενεῖται γὰρ ἡ δικαιοσύνη, ὅταν συγκεκέρασται αὐτῇ ἡ τῆς δολιότητος φαυλότης, καθάπερ ἀποδοκιμάζεται ἡ ἁγιωσύνη, ἐὰν συμπλακῇ αὐτῇ ἡ ἀκαθαρσία· ἐξουθενεῖται ἡ ἁγνεία, ἐὰν συναφθῇ αὐτῇ ἡ λαγνεία· ἐξουθενεῖται καὶ ἡ πίστις, ἐὰν προσέχῃ ταῖς μαντείαις· ἐξουθενεῖται ἡ εὐποιΐα, ἐὰν ἔχῃ τὴν ὑπερηφανίαν· ἐξουθενεῖται ἡ ὁμόνοια, ἐὰν ὀφθῇ παρ᾽ αὐτῇ εἰρωνεία· ἐξουθενεῖται καὶ ἡ νηστεία, ἐὰν ἔχῃ τὴν καταλαλιάν· ἐξουθενεῖται καὶ ἡ ἀγάπη, ἐὰν τετάρακται τῷ ζήλῳ.

Προσεσχηκὼς τοῖς φυσικοῖς μάνθανε παρ᾽ αὐτῶν τὰ γεγραμμένα. Τῆς ἀληθείας τὸ κάλλος ἄμορφόν ἐστιν, ἡνίκα ἥπλωται ἐπάνω φαυλότητος, καὶ ἡ τροφὴ φονεὺς τυγχάνει, ἐὰν ἔχῃ κεκρυμμένον τὸ κώνειον. Κεκοίνωται παρ᾽ ἡμῖν τὸ καθαρὸν κρέας, διότι μολύνεται διὰ τῶν θυσιῶν. Ἀναγκαῖον οὖν ἡμᾶς διὰ τῶν φανερῶν συνιέναι τὰ ἀφανῆ. Διὰ Μαρίας ζωγραφήσας ἐδίδαξεν ἡμᾶς τὴν ὑπόθεσιν τῆς ἀληθείας· λεπρὸν γὰρ γέγονεν αὐτῆς τὸ σῶμα προφανῶς, ἐπειδὴ πάσῃ τῇ ψυχῇ ἥμαρτεν ἀφανῶς. Διὰ τῆς βλάβης τῆς φανείσης ἔγνω τὴν βλάβην, ἣν ὑπέμεινε λεληθότως· διὰ τῆς ἀειδεστάτης λέπρας ἐδιδάχθη, ὅσον κακὸν καὶ μεμισημένον ἡ κακηγορία, καὶ γέγονε τὸ ἐμφανὲς σῶμα κάτοπτρον τῆς ἔνδον καὶ ἀφανεστάτης ψυχῆς· διὰ τῆς διαφθορᾶς τῆς σαρκὸς κατηχήθη γνῶναι, πῶς διαφθείρεται καρδία φιλοῦσα τὴν κακολογίαν, καὶ διὰ τοῦ ἔξωθεν ἀνθρώπου συνῆκε τὸν ἔνδον αὐτῆς ἄνθρωπον.

Ὅτι καθάπερ κατεμερίσθη κατὰ τοῦ ἀδελφοῦ αὐτῆς, οὕτω κατεμερίσθη καὶ ἀπ᾽ αὐτῆς τὸ ἴδιον αὐτῆς σῶμα, ὅπως αὐτὴ δι᾽ αὑτῆς μάθῃ τὴν ἀγάπην. Μάθωμεν καὶ ἡμεῖς δι᾽ αὐτῆς τὴν ὁμόνοιαν καὶ γνῶμεν ὅτι, καθὼς ᾐδέσθη αὕτη τοῦ σώματος αὐτῆς ἀλλοιουμένου, οὕτως καὶ τὸ θεῖον δυσχεραίνει πρὸς τὸ δισσῶς ἔχειν κατὰ τοῦ ἰδίου ἀδελφοῦ. Καὶ τούτου χάριν ἀλλοιοῦται τὸ σῶμα τοῦ ἀνθρώπου ἐν διαφόροις πάθεσι. Γίνεται παρ᾽ αὐτῷ ἀντίπαλα τὰ μέλη, διότι γίνεται αὐτὸς περὶ τοὺς φίλους ἐναντίος, ὅπως διὰ τῆς τοῦ σώματος ἐναντιώσεως μάθῃ κτήσασθαι ὁμόνοιαν καὶ εἰρήνην πρὸς τοὺς ἑταίρους. Θρύλος σφοδρὸς γέγονε τῇ παρεμβολῇ· Μαρία ἀθρόως ὀφθεῖσα περιβολὴν ἔχουσα τὴν λέπραν, ἐπειδὴ ἠκόνησε γλῶσσαν κατὰ τοῦ ἐπιεικοῦς, τὰ ὑπὲρ αὐτῆς εὐξαμένου. Ὁ δίκαιος ἐκδικητὴς ἀπῄτησεν εὐθύνας ἀπὸ τῆς κακηγορίας τῆς προφήτιδος. Οὐ τέρπεται γὰρ ὁ δίκαιος τῇ κακηγορίᾳ, ᾗ σχολάζειν ἥδονται οἱ ἄφρονες.

Ποιήσας ὁ Μωυσῆς πάμπολλα σημεῖα καὶ τέρατα, ἵνα βραχὺ ὀλισθήσῃ αὐτοῦ ἡ γλῶσσα, ἐξέπεσε τῆς γῆς τῆς ἐπαγγελίας. Ἡ μεγάλη θάλασσα καὶ φοβερὰ οὐκ ἴσχυσε κωλύσαι τὴν ὁδὸν ἐνώπιον αὐτοῦ, φωνὴ δὲ βραχεῖα ἀδίκως ἐπισχοῦσα τεῖχος αὐτῷ γέγονε τοῦ μὴ ὑπερβῆναι. Εἰ τὸν Μωυσέα, τὸν θεὸν γενόμενον, εἷς λόγος ἀπεστέρησε τῆς γῆς τῆς ἐπαγγελίας, πόσῳ μᾶλλον στερήσει τῆς βασιλείας ἠκονημένη καὶ ἐκτεταμένη ἡμετέρα γλῶσσα; Τὸ ἅγιον πῦρ κατέφλεγε τοὺς ἱερεῖς τοὺς δικαίους, τοὺς ὄντας ἐντὸς ἁγιωσύνης, ἐπειδὴ ταῖς πράξεσιν ἅγιοι γενόμενοι τοῖς ῥήμασιν ἐμολύνθησαν. Εἰ οἱ τοιοῦτοι καὶ τηλικοῦτοι τοιαῦτα πεπόνθασι, πῶς καταφρονεῖ ἡ ἡμετέρα γλῶσσα; Διὸ παυσώμεθα τοῦ λοιδορεῖν τοὺς ἀδελφοὺς ἡμῶν. Ἡ γῆ τότε καταλιποῦσα τοὺς ἐναγεῖς καὶ ἀκαθάρτους, κατέπιε τοὺς γλωσσάλγους. Ἡ θάλασσα τοὺς Αἰγυπτίους κατέπιε καὶ ἡ γῆ τοὺς μαχίμους. Ἐπὶ τοῦ λιμοῦ ῥῆμα ἀπεφθέγξατο ὁ στρατηγός, καὶ τοῦ ῥήματος ἔδωκε δίκην ἀξίαν, καταπάτημα τοῦ λαοῦ ἐν τῇ πύλῃ γενόμενος· ἐπὶ ταύτῃ ἐγγυτάτῳ κρίσει βεβαιωθήσεταί σοι ἡ μέλλουσα κατὰ τὸν λόγον τοῦ Σωτῆρος ὃν εἶπεν, ὅτι καὶ ὑπὲρ λόγου ἀργοῦ δίκην τις δώσει.