Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῆς τοῦ στόματος νόσου καὶ περὶ κακῶν παθῶν

Ἐφραίμ ὁ Σύρος

Η συνευθύνη από την ακρόαση και η προστασία από την καταλαλιά

Η ενοχή που προκύπτει από τη σιωπηρή αποδοχή της κακολογίας, ο κίνδυνος της ακοής και η ανάγκη προφύλαξης από τον δόλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Διὰ ποικίλων οὖν ὑποθέσεων κατέχεται τὸ ἄθλιον γένος παρὰ τῷ Ἐχθρῷ. Ἔστι κατεχόμενος ὡς χρεωφειλέτης, καὶ ἔστιν ἑλκόμενος ὡς ἐγγυητής· καὶ γὰρ ἡ φύσις ἡμᾶς αὐτὴ διδάσκει, ὅτι προφάσει τις τοῦ ἑταίρου ἀπόλλυται· καὶ αὐτὸς μηδὲν χρεωστῶν χρεωφειλέτου οὐκ ἔλαττον βεβύθισται· καὶ ὑπόδειγμά ἐστι τοῦτο τῆς ὀφειλῆς δικαίων καὶ ἀδίκων. Ἐν γὰρ τοῖς ἰδίοις ὁ δίκαιος ἀθῶός ἐστι καὶ ἐν τοῖς ἀλλοτρίοις ἔνοχος εὑρίσκεται.

Τὶς γὰρ ἀληθοῦς ἐξηγήσεως ἐπὶ αὐτοῦ λεγομένης, ἐάν τις γελάσας αὐτὴν κατηγορήσῃ, καὶ ἡδὺ γένηται τῷ δικαίῳ σιωπῆσαι, ἡ σιωπὴ αὐτοῦ ὑπεύθυνον αὐτὸν ἐποίησε τῆς κακηγορίας. Ἀκούσας γὰρ καὶ μὴ ἐπιτιμήσας ἐμαρτύρησε τὸ κακῶς ῥηθὲν ὡς καλόν· πείσει δέ σε περὶ τούτων ἡ ἐξουσία τῶν κρατούντων μεγιστάνων. Ἐὰν γὰρ συμβῇ τινα δικαίως λέγειν κακὸν τὸν ἡμαρτηκότα βασιλέα, οὐ φέρει τις τῶν παρισταμένων ἀκροᾶσθαι τὰ λεγόμενα κατὰ βασιλέως. Εἰ δὲ ἀνάσχοιτο στῆναι καὶ ἀκοῦσαι, μία ὑπάρχει κατὰ ἀμφοτέρων τιμωρία ἐκφερομένη· καὶ ὁ μὲν φονεύεται ἐκ τῆς γλώττης, ὁ δὲ ἐκ τῆς ἀκοῆς.

Ἐξηγεῖταί τινα ὁ κλέπτης καὶ κλίνεις τὸ οὖς σου πρὸς αὐτόν, καὶ τὸν θάνατον, ὃν ἐκφέρει διὰ τοῦ στόματος, ὑποδέχεται ὁ κόλπος τῆς σῆς ἀκοῆς· καὶ τὴν πικρὰν ζύμην τοῦ ψεύδους λαβών, ἐφύρασας αὐτὴν ἐν σεαυτῷ. Πόθεν ἔσχεν εἰσαγωγὴν ὁ θάνατος, τοῦ ὄφεως λαλήσαντος πρὸς τὴν Εὔαν, εἰ μὴ δι᾽ ἀκοῆς, δι᾽ ἧς πέφυκεν εἰσέρχεσθαι ἡ φονεύτρια; Δύναται γὰρ ὁ πονηρὸς ἀναιρεῖν τὸν σιγῶντα διὰ τοῦ λαλοῦντος, καὶ τὸν ἀδυνάτως ἔχοντα θανεῖν διὰ τοῦ στόματος σφάζει διὰ τοῦ ὠτός, καὶ τὸν τῇ πράξει ἀθῶον φονεύει τοῖς λογισμοῖς. Τῶν δαιμόνων φραζόντων τὴν ἀλήθειαν, οὐκ ἠνέσχετο ὁ Σωτὴρ λαλῆσαι· οὐ γὰρ εὐδόκησεν ὁ ἀληθινὸς δι᾽ αὐτῶν πιστευθῆναι, ἀλλὰ κηρυχθῆναι τὸ ἀληθινὸν κήρυγμα διὰ τῶν ἀληθινῶν κηρύκων. Οἱ Ἀπόστολοι διατί οὐκ ἠδυνήθησαν ἀκοῦσαι τοῦ ἐγκωμιάσαντος αὐτοὺς δαίμονος;

Ἵνα μὴ ἡ πικρὰ φωνὴ καταβληθῇ εἰς τὴν καθαρὰν ἀκοήν. Εἰ τὰ ἐγκώμια τοῦ Διαβόλου ὡς βλάβην μεγίστην ἔφυγον οἱ Ἅγιοι, τίς ἀγαπήσει τὴν κακηγορίαν; Πέφυκε γὰρ ὁ παμποίκιλος τῷ προσώπῳ διὰ τῆς ἀληθείας ἀπατᾶν τὸν ἀνεχόμενον· τούτου χάριν ὁ Σωτὴρ τὴν μετὰ ἀληθείας φωνὴν τῶν δαιμόνων οὐκ ἀπεδέξατο.

Ἀπὸ μιᾶς βροχῆς ποτίζονται βοτάναι κακαί τε καὶ ἀγαθαί. Ἴσως καὶ ὁ καλὸς ὑετὸς τῇ φύσει ἐνεργεῖ τῇ τῶν βοτανῶν κακίᾳ καὶ ὄφις ἐσθίων γλυκύτητα μεταβάλλει αὐτὴν παραχρῆμα εἰς πικρότητα· ἐὰν δὲ αὐτὴν μεταπέμψῃ εἴς τινα, οὐαὶ τῷ ὑποδεχομένῳ. Οὕτω καὶ ἐκ τῆς ἀληθείας τὸ ψεῦδος πέμπεται, κώνειον θανάτου πεπληρωμένον· πικρία γὰρ χαλεπὴ λανθάνει ἐν τοῖς ἡδυτάτοις αὐτοῦ λόγοις. Ἔστω οὖν τούτῳ ὑπόδειγμα ὁ ὄφις, γλυκάνας αὐτοῦ τὴν γλῶσσαν πρὸς τοὺς ἁπλουστέρους. Πληροφορήσει δέ σε περὶ τούτου ἡ κατὰ τὸν Ἰσκαριώτην ὑπόθεσις, πῶς ἐν τῷ φιλήματι τοῦ στόματος καὶ ἐν τῇ εἰρηνικῇ γλώσσῃ κρύψας τὸν δόλον κατεσκεύασε προδοσίαν κατὰ τοῦ καρδιογνώστου Δεσπότου. Καὶ εἰ πρὸς τὸν δημιουργὸν τοιοῦτος ὤφθη ὁ ψεύστης, πρὸς σὲ πηλίκος γενήσεται, ὦ ἄφρον; Τίς τοῦ ψεύστου μιαρώτερος, εἰ μὴ ὁ προθύμως ἀκροώμενος τῶν ὑπ᾽ αὐτοῦ λεγομένων; Παρέδωκεν ἑαυτὸν ὁ Σωτὴρ τῷ θανάτῳ, καὶ οὐ παρέδωκε τὴν ἀκοὴν ἑαυτοῦ τῇ φωνῇ τοῦ ψεύστου· ἀνοίξας αὐτοῦ τὸ στόμα ὄξος μετὰ χολῆς ἐδέξατο, καὶ τὸ οὖς ῥῆμα οὐκ ἐδέξατο τοῦ μιαροῦ. Δέδωκεν αὐτοῦ τὸ στόμα, ἵνα φιλήσῃ ὁ προδότης, καὶ ἀπόκρισιν οὐ παρέσχε τῷ ἀπατεῶνι. Δίδου τὸ στόμα σου τῷ ψεύστῃ φιλῆσαι, καὶ μὴ ἐκδῷς αὐτῷ τὴν σὴν ἀκοήν· τὸ γὰρ στόμα σου, ἐὰν δῷς αὐτῷ, τὸ φίλημα αὐτὸν κατακρινεῖ· τὸ δὲ οὖς ἐὰν δῷς, φονεύσει σε ἡ τῶν ῥημάτων αὐτοῦ γεῦσις.

Βέλτιον αὐτοῦ ποιήσεις, ἐὰν ἐκφύγῃς τὴν ὀσμὴν καὶ τὸ γεῦμα τοῦ κωνείου. Καὶ τὸν μὲν καπνὸν φεύγεις ὀξέως, τοῦ δὲ ψεύστου ἀκούεις ἡδέως· παραιτῇ τὴν δυσωδίαν, καὶ καθέζῃ παρὰ τὸν κατήγορον.

Ἕκαστον τῶν μελῶν ὀφείλεις δεόντως φυλάξασθαι ἀπὸ τῶν βλαβερῶν. Ἐὰν ἀθῶόν σου τὸ σῶμα ὑπάρχει ἀπὸ πορνείας, φεῖσαί σου τοῦ στόματος ἀπὸ καταλαλιᾶς· μὴ δυνάμενον γὰρ τὸ στόμα μοιχεῦσαι, δύναται ψεύσασθαι καὶ συκοφαντῆσαι. Ἐάν σου μέλος ἀθῶον ᾖ καὶ τὸ ἕτερον ὑπεύθυνον, ὅλος κατάδικος εἶ διὰ τοῦ ἑνὸς τοῦ κατακεκριμένου. Λάβε τὸ ὑπόδειγμα παρὰ τοῦ πολεμάρχου, οὗ πᾶν τὸ σῶμα πεφρούρηται ἐν θώρακι σιδηρῷ. Συμβαίνει οὖν ὅτι τιτρώσκεται διὰ τῆς χαύνης κατασκευῆς. Εἰ οὖν ὁ διὰ τῶν λεπτοτάτων ὀπῶν τοῦ θωρακίου εἰσοικισμὸς τοῦ βέλους θάνατον φέρει κατὰ τοῦ γενναίου, πόσῳ μᾶλλον τὸ εἰσιὸν ἐκ τοῦ ὠτὸς τῆς ἀνεωγμένης θύρας.

Τοιαύτη γὰρ μεγάλη ἐστὶν ἡ θύρα τοῦ ὠτός, ὡς τὸν τηλικοῦτον θάνατον δι᾽ αὐτῆς εἰσελθεῖν εἰς τὸν κόσμον· καταπίνων γὰρ πάσας τὰς γενεὰς ἀκόρεστος μένει. Ἀποκλειστέον οὖν τὰ ὦτα θυρώμασι καὶ μοχλοῖς, ἵνα μὴ εἰσέλθῃ κακηγορία.