Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ὀκτὼ πονηρῶν λογισμῶν

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε μετάνοια και εσχατολογικές προειδοποιήσεις

Κάλεσμα σε τέλεια αφοσίωση στον Χριστό, ελεγκτικές παραινέσεις προς την ψυχή για το αιφνίδιο του θανάτου και υπενθύμιση της παρουσίας ενώπιον του Θεού κατά την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Διὰ νηστείας κενοδοξεῖ· δι᾽ ἐγκρατείας ὑπερηφανεύεται. Θεῷ προσανέχειν οὐ βούλεται, τῷ εἰπόντι, οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Σὺ οὖν, εἰ ἐν ἀληθείᾳ τὸν Κύριον ἠγάπησας καὶ τῆς μελλούσης βασιλείας τυχεῖν ἐπιζητεῖς καὶ πόνον περὶ τῶν πταισμάτων ἔσχηκας καὶ κρίσεως αἰωνίου καὶ κολάσεως μέμνησαι, φόβον τῆς ἐκ τοῦ κόσμου τούτου ἐξόδου σου ἀναλαβόν. Μὴ ἔχε ἀγάπην ἢ φροντίδα ἢ μέριμναν χρημάτων ἢ κτημάτων ἢ γονέων ἢ δόξης τοῦ βίου, μὴ φίλων, μὴ συγγενῶν, μὴ ἀδελφῶν, μηδενὸς τῶν ἐπιγείων τὸ παράπαν· ἀλλὰ πᾶσαν τὴν περὶ τούτων σχέσιν καὶ φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας ἔτι καὶ τὴν ἰδίαν σου σάρκα πρὸ τούτων ἀπάντων, γυμνὸς καὶ ἀμέριμνος καὶ ἄοκνος τῷ Χριστῷ ἀκολούθει, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων καὶ τὴν ἐκεῖθεν βοήθειαν ἐκδεχόμενος· ὁ γὰρ θάνατος ἄωρος καὶ ἡ κρίσις ἐγγύς, καὶ οὐαὶ τῷ ἀνετοίμῳ.

Οὐαί σοι, ψυχή, ὅτι ἀναισθήτως διάγεις ἐν τῇ παρούσῃ ζωῇ, τρυφῶσα καθ᾽ ἑκάστην ἡμέραν καὶ γελῶσα καὶ ῥεμβομένη καὶ τὸν ἄνετον διώκουσα βίον, ἐν δὲ τῷ αἰῶνι τῷ μέλλοντι μέλλεις θρηνῆσαι, ὡς ἐκεῖνος ὁ πλούσιος, ἐν τῇ φλογὶ τοῦ αἰωνίου πυρὸς βασανιζομένη.

Οὐαί σοι, ψυχή, ὅτι οὐκ ἀνέχεις θλῖψιν τινὰ παρὰ τοῦ ἀδελφοῦ ἐπαγομένην σοι, ἢ λόγον στρυφνόν, ἀλλ᾽ εὐθὺς εἰς ἀντιλογίαν καὶ ἀντιπάθειαν χωρεῖς, καὶ ἀπόλλεις τὸν στέφανον τῆς ὑπομονῆς καὶ πρᾳότητος, καὶ μετὰ τῶν μνησικάκων αἰωνίως καταδικάζῃ.

Οὐαί σοι, ψυχή, ὅτι μισεῖς τὸν ἀδελφόν σου καὶ λοιδορεῖς, ἢ τῶν τὰ ὅμοια ποιούντων ἀνέχεις, καὶ διὰ τοῦτο μετὰ τῶν φονέων τιμωρηθήσῃ· ὁ γὰρ μισῶν, φησί, τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί. Οὐαί σοι, ψυχή, ὅτι καταφρονεῖς τῶν ἐντολῶν τοῦ Θεοῦ, μόνῳ δὲ τῷ σχήματι τοῦ μοναχοῦ καὶ ὀνόματι ὑπολαμβάνεις εἶναι τὴν σωτηρίαν. Ἀκούσῃ γὰρ ἐν φοβερᾷ τῇ ἡμέρᾳ τοῦ Κυρίου λέγοντος· οὐ πᾶς ὁ λέγων μοι Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημά μου· πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Οὐαί σοι, ψυχή, ὅτι ἀγαπᾷς τὴν δόξαν τῶν ἀνθρώπων καὶ τὴν τιμήν, καὶ τὸν καλλωπισμὸν τῶν ἱματίων, καὶ τὴν κτῆσιν τῶν ὑλῶν, καὶ διὰ τοῦτο βδελυκτὴ παρὰ τῷ Θεῷ φανεῖσα ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀπόπεμπτός τε τοῦ προσώπου αὐτοῦ γενήσῃ, καὶ τοῖς ἀλαζόσι δαίμοσι συναριθμηθήσῃ.

Οὐαί σοι, ψυχή, ὅτι καθ᾽ ἑκάστην ἡμέραν ἁμαρτάνεις, καὶ τὴν μετάνοιαν ἡμέρας ἐξ ἡμέρας ἀναβάλλεις. Ἐπιστήσεται οὖν σοι ἡ ἔξοδος, ὡς κλέπτης ἐν νυκτὶ ἄφνω, καὶ δέσμιος ἀπαχθήσῃ ἐν τῇ τοῦ πυρὸς γεέννῃ, ἀνόνητα θρηνοῦσα καὶ ἑαυτὴν τῆς ἀβουλίας καταβοῶσα.

Οὐαί σοι, ψυχή, ὅτι οὐ φρίττεις ἐννοοῦσα πῶς μέλλεις ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὅτε καὶ αἱ δυνάμεις τῶν οὐρανῶν τῷ φόβῳ σαλεύονται, ἔχουσα τὸν χιτῶνα βδελυκτὸν καὶ κατερρυπωμένον.