Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν τὴν τοῦ θεοῦ φύσιν πολυπραγμονούντων

Ἐφραίμ ὁ Σύρος

Η σωτήριος πίστη και η αυθεντικότητα της προφητικής και αποστολικής μαρτυρίας

Η σημασία της πίστεως στην ενανθρώπηση έναντι της πνευματικής τυφλώσεως, με βάση τη βεβαιότητα της μαρτυρίας των Προφητών και των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ὢ ἄθλιος καὶ ταλαίπωρος καὶ ἀναιδέστατος πάλιν, ὅστις θέλει ἐρευνᾶν ἴδιον Δημιουργόν! Μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων 〈καὶ〉 Ἀρχαγγέλων δοξολογοῦσιν ἐν φόβῳ καὶ προσκυνοῦσιν ἐν τρόμῳ· ἄνθρωποι δὲ χοϊκοί, μεστοὶ ἁμαρτιῶν, διαλέγονται ἀφόβως περὶ τῆς Θεότητος. Οὐ φρίσσει αὐτῶν τὸ σῶμα, οὐ τρέμει ἡ καρδία! Ἀλλὰ μᾶλλον καὶ θαρρῶ καὶ λέγω παρρησίᾳ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ, παθόντα ἑκουσίως ὑπὲρ τοῦ ἀναξίου ἐμοῦ ἁμαρτωλοῦ· λάμπει γὰρ ὡς φῶς ἀεὶ ἡ γέννησις τοῦ Σωτῆρος.

Ἵνα τί ἀφ᾽ ἑαυτοῦ ἄλλα ἀντ᾽ ἄλλων τυπώνεις; Εἰπέ μοι, ὦ προπετῆ, τοῦτο ὅπερ σοὶ λέγω· ἐὰν θελήσῃ ὁ τυφλός, ὁ μηδέποτε ἰδὼν ἡλιακὰς ἀκτῖνας, διαλεχθῆναι μετά τινος ἔχοντος τοὺς ὀφθαλμοὺς περὶ τοῦ ἡλίου τούτου καὶ τῶν ἀκτίνων αὐτοῦ, καὶ εἴπῃ φιλονεικῶν ὁ τυφλὸς ἐκ γενετῆς, ὅτι αὐτὸς ὁ ἥλιος ὁ ἐν ὕψει τοῦ οὐρανοῦ ἐκτὸς τῶν ἀκτίνων αὐτοῦ βαδίζει ἄνευ φωτός, καὶ τίς ἀκούων τοῦ τυφλοῦ πιστεύει ταῦτα ἄρα; Ἀλλὰ μᾶλλον ὁ τυφλὸς ἀκούων περὶ φωτός, ὅτι εἰσὶ πάντοτε σὺν αὐτῷ αἱ ἀκτῖνες, ἔδει πληροφορηθῆναι μετὰ πάσης πίστεως, ὅτι ἀληθῆ εἰσι τὰ λεγόμενα παρὰ τῶν θεασαμένων ἡλιακὰς ἀκτῖνας. Ἂν δὲ μὴ πεισθῇ ὁ τυφλὸς ἐν τούτοις οἷς ἀκούει, ἐν μυρίοις λογισμοῖς τυπώνει καὶ ζωγραφεῖ ἐν καρδίᾳ ἑαυτοῦ χαρακτῆρα ἡλίου, μὴ δυνάμενος τυπεῖν χαρακτῆρα ἀληθῆ· διότι οὐδέποτε ἐθεάσατο αὐτὸς σωματικοῖς ὀφθαλμοῖς λαμπάνοντα τὸν ἥλιον σὺν ταῖς ἀκτίνεσιν αὐτοῦ, οὐδὲ πάλιν ἐπείσθη παρὰ θεασαμένων ἀκριβῶς τὸν ἥλιον.

Οὕτω καὶ ἡμεῖς πάντες, ἐὰν μὴ θελήσωμεν πεισθῆναι τοῖς ἁγίοις Προφήταις καὶ Ἀποστόλοις λέγουσι περὶ Υἱοῦ μονογενοῦς τοῦ Πατρός, ὅτι ἐνηνθρώπησε καὶ ἐτέχθη ἐκ Παρθένου ἐκ Πνεύματος Ἁγίου, εὑρισκόμεθα ἡμεῖς καὶ τοῦ τυφλοῦ χείρονες.

Ἐκεῖνοι γὰρ οἱ ἅγιοι Προφῆται καὶ Ἀπόστολοι, ἐθεάσαντο αὐτόν· οἱ μὲν Πνεύματι Ἁγίῳ, οἱ δὲ πάλιν ἑωράκασιν ὀφθαλμοῖς σωματικοῖς. Ὁ μὲν γὰρ ἑώρακε Πνεύματι Ἁγίῳ καὶ τὴν ἐπιδήμησιν τοῦ Υἱοῦ ἐν ἀνθρώποις, ὁ δὲ ἐθεάσατο σύλληψιν καὶ τοκετὸν ἐκ Παρθένου γενέσθαι, καὶ τὸ ὄνομα αὐτοῦ ἐσήμανεν ἐμφανῶς, ὅτι ὁ Θεὸς ἡμῶν ἐστὶ μεθ᾽ ἡμῶν ἀεί. Ἄλλος ἐθεάσατο ἐν Πνεύματι Ἁγίῳ, ὡς ἐστὶν ἐν τῇ μήτρᾳ τῆς ἰδίας τεκούσης, καὶ αὐτὸν τὸν Δεσπότην ἐρχόμενον πρὸς αὐτόν, καὶ ἐκ πολλῆς χαρᾶς ἐσκίρτησεν ἐν μήτρᾳ· πάλιν ὁ αὐτὸς οὗτος ἐθεάσατο αὐτὸν τὸν ἄχραντον Κύριον, σωματικοῖς ὀφθαλμοῖς, καὶ αὐτὸς αὐτὸν βαπτίζει ἐν Ἰορδάνῃ ποταμῷ· πάλιν αὐτὸς κέκραγε λέγων ἐν παρρησίᾳ· ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἐν χάριτι· καὶ οἱ Ἀπόστολοι δὲ ἐθεάσαντο αὐτὸν σωματικοῖς ὀφθαλμοῖς, ἐν πληροφορίᾳ πολλῇ, ἔχοντα ἐν ἀληθείᾳ τὸ ἡμέτερον σῶμα, καὶ ὅσα ἐποίησε σημεῖα καὶ τέρατα ἔμπροσθεν τῶν μαθητῶν, καὶ τὸ πάθος τοῦ σταυροῦ, καὶ τὴν ἔγερσιν αὐτοῦ, καὶ ἀνάληψιν αὐτοῦ πρὸς ἴδιον Πατέρα, καὶ τὸ καθῆσαι αὐτὸν ἐκ δεξιῶν τοῦ Πατρός. Ταῦτα πάντα ἀληθῆ ἐν γράμμασιν ἅγιοι Εὐαγγελισταὶ σεμνοὶ ἐγκατέλειπαν ἡμῖν ἐν ἀσφαλείᾳ πολλῇ· ἐὰν δὲ μὴ θελήσωμεν πεισθῆναι τούτοις πᾶσιν, εὑρισκόμεθα τυφλοὶ ἐν ὀφθαλμοῖς πίστεως, καὶ εἷς ἕκαστος ἡμῶν τὴν ἰδίαν σοφίαν τυπώνει, ὡς βούλεται, σύλληψιν καὶ τοκετόν.