Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν τὴν τοῦ θεοῦ φύσιν πολυπραγμονούντων

Ἐφραίμ ὁ Σύρος

Καταληκτήρια ομολογία κτιστότητας και δοξολογία

Αναγνώριση του πεπερασμένου της ανθρώπινης φύσεως ενώπιον των φρικτών μυστηρίων και τελική προσκύνηση και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Ἐγὼ μέν, ὦ ἀδελφοί, μὴ χωρῶν διηγήσασθαι Κυρίου μυστήρια, χάριν τούτου 〈οὐ〉 τολμῶ, οὔτε πάλιν ἅψασθαι εἰς τὰ κρυπτὰ ἐκεῖνα καὶ φοβερὰ μυστήρια, οὔτε μὴν ἂν θελήσω προπετείᾳ χρήσασθαι, διαλεχθῆναι περὶ τούτων, δύναμαι καταλαβεῖν Θεοῦ μυστήρια, ἀλλὰ καὶ εὑρίσκομαι προπετὴς 〈καὶ〉 ἀσύνετος, τῷ ἀέρι πυκτεύων, μὴ κατέχων παντελῶς ἀέρος λεπτότητα· ἐκεῖνα γὰρ τυγχάνει ὑπὲρ τὴν ἐμὴν φύσιν. Ἀλλὰ μᾶλλον δοξάζω τὸν Θεὸν καὶ Πατέρα τὸν εὐδοκήσαντα διὰ τοῦ μονογενοῦς γνησίου αὐτοῦ Υἱοῦ σῶσαι τὸν ἁμαρτωλὸν ἐμὲ καὶ τὸν ἀνάξιον, πιστεύοντα ἐν αὐτῷ ἁπλότητι καρδίας, φεύγων περιεργείας καὶ πᾶσαν προνόμευσιν, μὴ πρέπουσαν τῷ Θεῷ. Ἐγὼ θνητὸς ὑπάρχω, 〈καὶ〉 χοϊκὸς ἀπὸ χοός, καὶ πλασθεὶς ἐν χάριτι ἐκ τῆς φύσεως τοῦ χοός. Ἔγνων ἑκὼν καὶ τὴν φύσιν τῆς ἐμῆς εὐτελείας, τὸν ἐμὸν 〈δὲ〉 Δημιουργὸν οὐ βούλομαι ἐρευνᾶν· φοβερὸς γὰρ τυγχάνει 〈καὶ〉 φύσει ἀκατάληπτος. Εὐλογῶ καὶ προσκυνῶ τὴν αὑτοῦ δεσποτείαν εἰς τοὺς αἰῶνας. Ἀμήν.