Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ καλῶς βιοῦν

Ἐφραίμ ὁ Σύρος

Πνευματικός αγώνας: Διάκριση, υπομονή και αποταγή του ιδίου θελήματος

Προτροπές για επιμονή στους ασκητικούς κόπους, αναγκαιότητα της πνευματικής διάκρισης και γνήσια αποταγή των εγκοσμίων ηδονών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

κγʹ. Τὴν ἀρετὴν ἄσκει μὴ ἐκκακῶν ἐν τοῖς πόνοις· δίχα γὰρ πόνων ἀρετὴ οὐ γνωρίζεται. κδʹ. Ἄνω ἔχε ἐν τοῖς πόνοις τὸ τῆς ψυχῆς ὄμμα· καὶ θεωρῶν τὴν χαρὰν ἐκείνην, οὐ παραιτήσῃ τοὺς πόνους. κεʹ. Πόνον πόνει ἐμπόνως, ἵνα διαδράσῃς τῶν ματαίων πόνων τοὺς πόνους· οἱ γὰρ πόνοι τῶν δικαίων καρπὸν ζωῆς βλαστάνουσιν· οἱ δὲ τῶν ἁμαρτωλῶν, πλήρεις εἰσὶν ἀγχόνης.

κϛʹ. Κατὰ Θεὸν ὑπόμεινον τὰς θλίψεις τοῦ ἐνεστῶτος βίου, καὶ οὐ ματαιωθήσῃ τῆς ἐλπίδος τῶν Ἁγίων. Ὁ γὰρ ζυγὸς τοῦ Ἐχθροῦ λύπην ἔχει ἐν ἑαυτῷ τὸν θάνατον τίκτουσαν. κζʹ. Οἱ μάταιον βίον πονοῦντες, τοὺς ἐν γνώσει πονοῦντας ὑποσκελίσαι βούλονται, ἵνα μὴ ἐκ τοῦ σύνεγγυς τὸν ἔλεγχον ἔχωσιν· ἡ δὲ ἐκείνων κατάπτωσις στεφανίτας ἀναδείκνυσι τοὺς τῆς εὐσεβείας ἀθλητάς.

κηʹ. Ταπεινοφροσύνην ἄσκησον, ἵνα μηδὲν ζημιωθῇς τῶν καλῶς εἰργασμένων· εἰ δὲ ταύτην ἀπώσῃ, σὺν τοῖς ματαιοπόνοις καὶ αὐτὸς λογισθήσῃ. κθʹ. Χειραγωγεῖν ψυχὴν βούλει; Ἀσφαλίζου σεαυτὸν πάντοθεν ὡς συνετός, ἵνα μὴ καταποντισθῇς ὑπὸ ἡδονικῶν λογισμῶν, καὶ τὸ πτῶμα ἐν τῷ λιμένι γένηται.

λʹ. Ἐὰν λιμένα βούλει εἶναι ἀσφαλῆ, τοὺς προβόλους ἀλκίμους καθεδραίωσον, ἵνα μὴ ὑπὸ λαίλαπος ἡδονῶν σαλευθῶσιν εὐχερῶς, καὶ ναυάγιον ἀντὶ λιμένος ἔσῃ. λαʹ. Μὴ ἔμπλεκε ἄγκυραν τῇ ἀγκύρᾳ, ἐὰν κοῦφόν τι ὑπολέλειπται ἐν σοί, ἵνα μὴ κατασπασθῇς ὑπὸ παθῶν εὐχερῶς. Ὁ γὰρ βουλόμενος ἀνελκύσαι τὸν πεσόντα ἐν λάκκῳ, ἀνδρείῳ λογισμῷ ἐπιλαβέσθαι ὀφείλει, ἵνα μὴ ὑπὸ τῆς ἐκείνου ἀγκύρας κατασπασθῇ ἐν τῷ αὐτῷ βόθρῳ. Οἱ γὰρ ἐμπαθεῖς λόγοι, ὅταν εὕρωσι χῶρον, ὡς ὑπὸ ὀγκίνων καθέλκουσι τὴν ψυχήν.

λβʹ. Φεῦγε ἀεὶ συντυχίας ἐπιβλαβεῖς, καὶ ἐν εὐδίαις πολλὴ ἡ ψυχή σου. λγʹ. Βλάβος καθίσταται μοναχός, μὴ πράττων ἐν συνέσει πνευματικῇ πάντα αὑτοῦ τὰ ἔργα. Ἀκεραίους γὰρ καὶ σοφοὺς βούλεται ὁ λόγος ὑπάρχειν πάντας ἡμᾶς.

λδʹ. Ἐὰν μὴ ἐπυρώθης σφόδρα ὑπὸ τοῦ Ἁγίου Πνεύματος, μὴ θέλε ἀκούειν ἀλλοτρίους λογισμούς. Διττὸν γὰρ πόλεμον εὑρήσεις ἐν αὐτοῖς· προηγουμένως μὲν τὸ ταῖς μνήμαις τῶν ἀκουσθέντων ἐνασελγαίνειν τὴν ψυχήν· ἐπὶ τὰ δὲ ἐναντίωσιν φέρειν ὑπὸ τοῦ ὑποθεμένου, ὅταν μὴ γενναίᾳ ψυχῇ τὰ πάθη ἀνατρέψῃ τῇ σταυροφόρῳ δυνάμει. Ὁ γὰρ τοιοῦτος, ὅταν πάλιν ἐξ ἀμελείας τοῖς αὐτοῖς περιπέσῃ πάθεσιν, ὃν εἵλετο διορθωτήν, ὡς πολέμιον καθορᾷ. Ἐκεῖνος δέ, ἐὰν ᾖ συνετός, λήθην προσποιεῖται πρὸς τὸν ὑποθέμενον αὐτῷ.

λεʹ. Ὥσπερ τις ἔχων περιστερὰν ἐν οἴκῳ, καὶ εὑροῦσα ἀνεῳγμένην θυρίδα ἐκπετασθείη τοῦ οἴκου, οὐ μετὰ ῥάβδου ἢ λίθου τὴν ἀνάκλησιν ποιεῖται ταύτης, ἀλλ᾽ ἐπιρράνας σπέρματα, ἐν συνέσει βούλεται ταύτης ἐπιλαβέσθαι.

Πολλῆς τοίνυν συνέσεως καὶ ἐμπειρίας ἐπιδέεται, ὁ τὸν ῥύπον τῶν λογισμῶν καθῆραι βουλόμενος. λϛʹ. Ἐὰν τῇ ἀναγνώσει κέχρησαι, μὴ τὸ γοργὸν καὶ ῥητορικὸν δίωκε μόνον· μηδὲ ἄχρι τούτου ἔστω σοι τὸ σπουδαζόμενον, ἵνα μὴ ὁ τῆς αὐταρεσκείας δαίμων πλήξῃ σὴν καρδίαν. Ἀλλὰ καρπίζου ἐξ αὐτῶν τὰ τῆς ψυχῆς ἰάματα, ὥσπερ ἡ σοφὴ μέλισσα ἐπισυνάγουσα ἐκ τῶν ἀνθῶν τὸ μέλι.

λζʹ. Ὥσπερ κενόδοξος ἀνήρ, τῇ περιουσίᾳ πένης ὤν, ἐπιθῇ ἑαυτῷ ὄνομα βασιλέως, οὐκ ἔστι δὲ βασιλεύς, οὕτω καὶ μοναχὸς κρυφῇ ἐσθίων καὶ ἐπὶ τραπέζης ἀδελφῶν ὑποκρινόμενος ἀσιτείαν καὶ ἐγκράτειαν, οὐκ ἔστιν ἀσκητής· ἱστὸν γὰρ ἀράχνης ὁ τοιοῦτος ὑφαίνει. Οὐ γὰρ τὴν τῶν Ἁγίων ὁδὸν ὀρθὴν βαδίζει, ἀλλὰ τὴν τῶν ἀνθρωπαρέσκων· πρὸς ὃν τὸ Πνεῦμα τὸ Ἅγιον ἔφησεν· διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.

ληʹ. Ἐὰν ἀπετάξω τῷ κόσμῳ, ἐπιμελοῦ τοῦ ἔργου σου, ἵνα τοῦ ζητουμένου μαργαρίτου ἐπιτύχῃς. Τινὲς γὰρ ἀποταξάμενοι τῷ κόσμῳ, ἀνεχώρησαν τοῦ βίου, οἱ μὲν καὶ στρατείαν καταλείψαντες, οἱ δὲ καὶ πλοῦτον διασκορπίσαντες.

Ἔσχατον δὲ ἰδίῳ θελήματι ἀχθέντες κατέπεσον. Καθότι οὐδὲν ταλαιπωρότερον θελήματι ἰδίῳ κρατεῖσθαι καὶ μὴ κατὰ βούλησιν Θεοῦ πολιτεύεσθαι. Οὗτοι μὲν γὰρ τῇ αὐθεντικῇ πύλῃ ὑπεκρίθησαν ὑποκεχωρηκέναι τῶν τοῦ βίου πραγμάτων, τῇ δὲ παραθύρᾳ εὕρηνται ἐνδότερον.

λθʹ. Ὥσπερ οἱ υἱοὶ Ἰσραήλ, μετὰ τὸ ἐξελθεῖν τῆς καμίνου τῆς σιδηρᾶς καὶ διασωθῆναι διὰ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ἀπολαῦσαι τοιούτων δωρεῶν, θελήματι ἰδίῳ ἀχθέντες εἰς τὴν ἤπειρον ἐναυάγησαν, καὶ ἐκ τοσούτου πλήθους τῶν ἠριθμημένων, δύο ἐσώθησαν, οἱ τὸ λόγιον Κυρίου μὴ παραπικράναντες καὶ τὴν βουλὴν τοῦ Ὑψίστου ὁσίως φυλάξαντες.

μʹ. Οἱ ἀποταξάμενοι τῷ κόσμῳ οὐδὲν κοινὸν ἔχουσι μετὰ τοῦ κόσμου. Οὗτοι, κἂν εἰς κεφαλὴν καταστῶσιν, ὡς μὴ ἄρχοντές εἰσιν· εἰ δὲ καὶ καθαιρεθῶσιν, οἱ αὐτοὶ τυγχάνουσι τῷ λογισμῷ. Οἱ δὲ παρενεχθέντες τοῦ εὐσεβοῦς λογισμοῦ, πρὸς μὲν τὰ ἡδέα τοῦ κόσμου πρόχειροι τυγχάνουσι, καὶ οὐκέτι λοιπὸν περὶ ἀρετῆς ὁ ἀγὼν αὐτοῖς ὑπάρχει· ἀλλὰ τὸν ζυγὸν ἀπορρίψαντες ἐπιμελεστέρως οἰκοδομοῦσιν, ἃ πάλαι καλῶς κατέλυσαν. Ὥσπερ γὰρ παρθένος σεμνοτάτη ἐν ταμιείῳ θαλαμευομένη τὰς αἰσθήσεις διαφθαρείη, τὴν αἰδῶ ἀποβαλοῦσα ἀναισχύντως τὰ ἀθέμιτα ἐπιτελῇ, μήτε Θεὸν φοβουμένη, μήτε ἀνθρώπους ἐντρεπομένη· ἀλλ᾽ οὐ παρὰ τοῦτο τὰς χεῖρας Θεοῦ διαδράσει. Ἡ γὰρ ἡμέρα ἑκάστου τὸ ἔργον δηλώσει, ὅτι ἐν πυρὶ δοκιμασθήσεται.

μαʹ. Μακάριος ὁ ἔργῳ κηρύσσων τὴν ἀρετήν. Τὸ γὰρ λέγειν τὰ οἰκεῖα τῆς ἀρετῆς καὶ τὰ ἐναντία πράσσειν, οὐ σῴζει. Ὥσπερ οὐδὲ ὁ περὶ σωφροσύνης διαλεγόμενος καὶ φαῦλα διαπραττόμενος τῶν βραβείων ἐπιτεύξεται.

μβʹ. Μὴ κατατρύχου τῇ διανοίᾳ, θεωρῶν τοὺς φιληδόνους τὰ ἡδέα ἀφόβως ἐπιτελοῦντας· τὸ γὰρ ἄνθος αὐτῶν δυσωδίας μεμέστωσται· τὸ δὲ τῶν φιλαρέτων ἐν φωτὶ διαλάμπον, εὐωδίας πεπλήρωται. Ἐπίμενε οὖν τῇ ἀρετῇ, ἵνα καὶ ἐπὶ τῶν ταῖς ὑγραῖς καὶ διαλελυμέναις ἀνακειμένων ἡδοναῖς θαυμασθήσῃ· κἂν γὰρ μὴ προφανῶς βούλωνται τοῦτο ποιεῖν, ἀλλ᾽ ἐν ἑαυτοῖς μακαρίζουσι τοὺς ἐργάτας τῶν ἀρετῶν.

μγʹ. Ὅταν θεάσῃ σώματα δι᾽ ἐπιμελείας λάμποντα πρὸς ἔρωτα αἰσχρόν, μὴ θαύμαζε ἐπὶ τούτοις, μηδὲ ἐξαπατάτω σε ἡ τοῦ δέρματος χρόα μετ᾽ ὀλίγον εἰς κόνιν καταλύουσα, ἀλλὰ ψάλλε μετὰ στεναγμοῦ ἐν σεαυτῷ, λέγων· μνήσθητι, Κύριε, ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.