Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ καλῶς βιοῦν

Ἐφραίμ ὁ Σύρος

Σωφροσύνη, ορθόδοξη πίστη και βιβλικά πρότυπα

Ο αγώνας για τη διαφύλαξη της σωφροσύνης, η στερέωση στην ορθόδοξη πίστη και η προβολή των προσώπων του Ιωσήφ και της Σωσάννας ως προτύπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Καὶ ἐν τούτῳ, χάριτι Θεοῦ, οὐκ ἔσῃ αἰχμάλωτος τῷ Πονηρῷ. μδʹ. Δέου τοῦ Κυρίου ἐμπόνως, ὅπως χαρίσηταί σοι πνεῦμα σωφροσύνης τελείας, ἵνα καὶ ἐν ταῖς νυκτεριναῖς φαντασίαις διαδράσῃς τὰς ἐπιβουλὰς τοῦ Πονηροῦ, ὃν τρόπον τις θεάσοιτο ἑαυτὸν διωκόμενον ὑπὸ θηρίου, ἢ ὑπό τινος μετὰ λαμπάδος πυρός, καὶ ἅλλεται δῆθεν ἀπὸ δώματος εἰς δῶμα τοῦ μὴ φλογισθῆναι ὑπὸ τοῦ πυρός.

μεʹ. Ὥσπερ οὐκ ἔστι διὰ χρημάτων γράμματα ἢ τέχνην ὠνήσασθαι ἀκαματί, οὕτως οὐκ ἔστι μοναχὸν γενέσθαι δίχα ἐπιμελείας καὶ ἐπιπόνου ὑπομονῆς. μϛʹ. Ὥσπερ τὴν κεφαλὴν προτιμοτέραν ἔχεις ὑπὲρ πάντα τὰ μέλη τοῦ σώματός σου, καὶ εἴτε λίθος σοι ἐπαχθῇ, εἴτε ῥόπαλον, εἴτε ξίφος, τὰ λοιπὰ μέλη τοῦ σώματος προτείνεις, ἀνακουφίσαι βουλόμενος τῆς κεφαλῆς τὴν πληγήν, εἰδὼς ὅτι ταύτης ἐκτὸς ζῆν ἐν τῷδε τῷ βίῳ οὐ δυνατόν· οὕτως ἔστω σοι προτιμοτέρα πάντων ἡ πίστις τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καθότι δίχα ταύτης ζῆν τινα τὴν ὄντως ζωήν, τῶν ἀμηχάνων ἐστίν.

μζʹ. Ἐν ὅλῃ καρδίᾳ σου ἔλπιζε ἐπὶ Κύριον, καὶ ἐπιβουλὰς κακούργων διαδράσεις εὐχερῶς· οὐ γὰρ παρόψεται Κύριος τοὺς δουλεύοντας αὐτῷ. μηʹ. Ἐγλίχετο ἀπατᾶν ἡ Αἰγυπτία τὸν φιλόθεον Ἰωσήφ, καὶ τυραννικῶς ἤπειγε πρὸς τὸν διεστραμμένον σκοπόν. Ὁ δὲ νέος ἐδρόσιζε τὴν ἰδίαν ψυχὴν τῇ τοῦ Παντοκράτορος μνήμῃ, ἵνα μὴ καταφλεχθῇ ὑπὸ πυρὸς ἀνόμου.

Ἠσφαλίζετο δὲ τὰς αἰσθήσεις, ὅπως μὴ δῷ χώραν ἀλλοτρίοις λογισμοῖς καὶ αἰχμάλωτος γένηται ὑπὸ ἀσέμνου γυναικός. Ἐθεώρει γὰρ αὐτὴν ἀεί, ὡς παγίδα θανάτου· καὶ ὑπομείνας πειρασμόν, στεφανίτης γέγονε καὶ βασιλεὺς Αἰγύπτου.

μθʹ. Ἔδοξαν παράνομοι ἐπανίστασθαι ἐν Βαβυλῶνι κατὰ ψυχῆς ὁσίας, ἵνα μιάνωσιν αἰσχρῶς· ἀρωγὸν δὲ ἐσχηκυῖα τὸν Θεὸν τὸν ὕψιστον, τούτους κατέβαλεν εὐχερῶς. Συνέδριον δὲ συστησάμενοι κατὰ τῆς μακαρίας, ὡς αὐτοὶ ἐνόμιζον, καὶ οὐκ ἔγνωσαν οἱ ματαιόφρονες, ὅτι ἐν αὐτῷ ἔμελλον δέξασθαι ἀπόφασιν θανάτου. Οὐ γὰρ παιχθήσεται ὁ ἀκοίμητος ὀφθαλμός.