Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ καλῶς βιοῦν
Υπακοή, αυτομεμψία και ωφέλεια των θλίψεων
Η σημασία της υπακοής και της αποκοπής του ιδίου θελήματος, η υπομονή στους πειρασμούς και η αποφυγή της κατάκρισης μέσω της αληθινής αυτομεμψίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπακοή, αυτομεμψία και ωφέλεια των θλίψεων
Η σημασία της υπακοής και της αποκοπής του ιδίου θελήματος, η υπομονή στους πειρασμούς και η αποφυγή της κατάκρισης μέσω της αληθινής αυτομεμψίας.
νʹ. Ἐν τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ βαδίσωμεν, ἀδελφοί, ἵνα τίμιοι γενόμενοι φρουρὸν ἔχωμεν τὸν Θεόν. ναʹ. Οἱ μαργαρῖται ἀεὶ ἐν τοῖς ἐνδοτάτοις ταμιείοις φυλάττονται· τὰ δὲ ἄχρηστα ἤδη ἐν πλατείαις, ὡς κοπρία, περιρρίπτονται.
νβʹ. Ἐάν τις σε λοιδορῶν ἐξείπῃ ἃ διεπράξω φαῦλα, ἑαυτὸν αἰτιῶ μᾶλλον ὑπὲρ τὸν ἕτερον· σὺ γὰρ τὰ σεαυτοῦ ἔργα κατῄσχυνας, ὅπερ παρ᾽ ἑτέρου ψιλῷ λόγῳ ἀκοῦσαι οὐκ ἀνέχῃ. Μὴ σίγαζε ἐκεῖνον τῇ ἀπειλῇ τοῦ θυμοῦ, ἀλλὰ σαυτὸν διόρθωσαι τοῦ μὴ ποιεῖν τὰ φαῦλα· ἡ γὰρ δυσωδία τοῦ ἔργου γνώριμόν σε καθίστησιν, ὅτι ἐπίβουλος ὑπάρχεις τῆς ἑαυτοῦ ψυχῆς.
νγʹ. Διάσμηξον σεαυτὸν τῶν ἀθεμίτων πράξεων διὰ τῆς μετανοίας, καὶ λοιδόρου ψόγος οὐ μή σε καταπτήξει. νδʹ. Ἀνθίστασο τῇ ἁμαρτίᾳ, ὦ τῆς ζωῆς ἐργάτα, καὶ μὴ φοβοῦ πειρασμοῦ παρουσίαν· οὐ γὰρ βλάψει ἡ πεῖρα τὸν γενναῖον ἀθλητήν.
νεʹ. Δεῖ οὖν ἡμᾶς διὰ τοῦ πυρὸς τοῦ θείου τῷ πυρὶ ἀνθίστασθαι. Ὥσπερ ἡ πλίνθος ὠμὴ οὖσα ἀσθενὴς ὑπάρχει καὶ ἐπίσαθρος, ἡνίκα δὲ προσομιλήσῃ τὸ πῦρ, καὶ τὴν ὄπτησιν δέξηται, τέλος γίνεται πυρὶ καὶ φραγμὸς τοῦ ὕδατος. Καὶ ὥσπερ ἐν κεραμίῳ ὕδωρ, οὕτως ἡ κάμινος συνέχει ἐν αὐτῇ τὴν ἐξαφθεῖσαν φλόγα· αὐτὴ δὲ ἡ κάμινος ἐκ πλίνθου διήρτηται.
νϛʹ. Γενοῦ καὶ αὐτὸς στιβαρὸς ἐν πειρασμοῖς καὶ θλίψεσι, καὶ ἀντίστα ταῖς ἐμπυρακτούσαις ἡδοναῖς, ἵνα μὴ ὥσπερ ἡ ὠμὴ πλίνθος ὑπὸ σταγόνων ὑετοῦ διαλυθῇς, καὶ ἣν δοκεῖς πῆξιν οὐκ ἔχῃ. νζʹ. Μή, ὃ δοκεῖς πράττειν καλόν, ἀγαθὸν εἶναι ἡγοῦ, ἀλλὰ τὸ μαρτυρούμενον ὑπὸ ἀνδρῶν εὐσεβῶν.
νηʹ. Ἄκουε τῆς φωνῆς τοῦ Κυρίου, ἵνα σοι βοηθήσῃ καὶ τὰς χεῖρας ἐπιβάλῃ ἐπὶ τοὺς θλίβοντάς σε καὶ τοὺς ἐχθρούς σου ταπεινώσῃ· ἵνα μὴ παρακούσας ἀκούσῃ· ἐξαπέστειλεν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
νθʹ. Ἀγωνίζου μὴ δουλεύειν ἰδίῳ θελήματι, ἀλλ᾽ ὑπήκοος γενοῦ τῶν φοβουμένων τὸν Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Θεοῦ συντρίψεις τὴν κεφαλὴν τοῦ Δράκοντος. Ἐν ὅσῳ δὲ καταφέρῃ ῥᾳδίως πρὸς τὰ σεαυτοῦ θελήματα, γίνωσκε σεαυτὸν μακρὰν ἀφεστηκότα τῆς τελειότητος· καὶ ὅσον ἀπέχῃ τελειότητος, τοσοῦτον ἐπιδέῃ παιδείας τε καὶ διδασκαλίας.
ξʹ. Ὑπόμεινον τὴν θλῖψιν ἐν Κυρίῳ, ἵνα χαρά σε περιλάβῃ· ὑπόμεινον τὸν κόπον, ἵνα εὕρῃς τὸν ἔγκαρπον μισθόν. Ὁ λατόμος κόπτων τὴν πέτραν, καὶ ὁ χαλκεὺς ἐλαύνων τὸν σίδηρον, κομιοῦνται τὸν μισθόν. ξαʹ. Ὁ φεύγων πόλεμον, οὐδὲ λαφύρων κρατήσειε· καὶ ὁ φεύγων παιδείαν, ἐν φρονίμοις οὐ διαμεριεῖται κλῆρον.
ξβʹ. Ἀνάβηθι εἰς ὕψος καὶ ὄψει τὰ γήϊνα πάντα ταπεινὰ καὶ εὐτελῆ· εἰ δὲ κατέλθῃς ἐξ ὕψους, οἰκίσκον κεκονιαμένον ἐκθαυμάσεις. ξγʹ. Ἐπίβα τῇ γνώσει, ὦ τῆς εὐσεβείας ἐργάτα, καὶ ἀντὶ ὀχήματός σε ἀναβαστάσει, καὶ ἐκ πολλῶν προσκομμάτων σε διαφυλάξει· οὐ γὰρ ἐάσει τὸν ἑαυτῆς ἐραστὴν λέγειν ἢ πράττειν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
ξδʹ. Ὀσμὴ γνώσεως ἐν ἀνδρὶ τὸ ἑαυτὸν αἰτιᾶσθαι πάντοτε· αἰτιωμένου δὲ ἑαυτὸν τὸ μὴ κρίνειν τὸν ἕτερον ἐν τοῖς αὐτοῖς σφάλμασι περιπεπτωκότα. ξεʹ. Δύο δούλων σφαλέντων, κατεκλείσθησαν ἐν φρουρᾷ ἐπὶ τοῖς αὐτοῖς ἐγκλήμασιν· ἀγνώμων τοιγαροῦν ὁ ὀνειδίζων τὸν ἴδιον σύνδουλον.
ξϛʹ. Τὸν περιπεσόντα πειρασμῷ μὴ γέλα κατακρίνων, ἀλλὰ προσεύχου συνεχῶς μὴ εἰσελθεῖν εἰς πειρασμόν· ὁ γὰρ ὑπὸ λαίλαπος λογισμῶν σκοτωθεὶς τὴν καρδίαν καὶ καταγωνισθεὶς ὑπὸ παθῶν, ἄνθρωπον οὐκ ἐντρέπεται καὶ Θεὸν οὐ φοβεῖται. Καὶ εἰ μὲν δυνάστης ὑπάρχει, μετὰ ἀδείας πράττει τὰ κακά· εἰ δὲ ἀσθενὴς καὶ πτωχός, θαρρῶν τῇ δυστροπίᾳ, ἀναισχύντως καὶ αὐτὸς τὰ φαῦλα διαπράττεται.
ξζʹ. Μὴ γίνου φιλήδονος καταφρονητής· ἄκουε δὲ τοῦ Ἱεροψάλτου βοῶντος· ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.