Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ καλῶς βιοῦν
Μνήμη θανάτου, εγρήγορση και τελική κρίση
Η διαρκής υπενθύμιση του αιφνίδιου θανάτου, ο φόβος της επικείμενης κρίσης των κρυπτών πράξεων και η ικεσία για τη σωτηρία των αμαρτωλών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μνήμη θανάτου, εγρήγορση και τελική κρίση
Η διαρκής υπενθύμιση του αιφνίδιου θανάτου, ο φόβος της επικείμενης κρίσης των κρυπτών πράξεων και η ικεσία για τη σωτηρία των αμαρτωλών.
ξηʹ. Ἔλαβες κελλίον, ὦ μοναχέ, προσεύχου συνεχῶς ἐν ταπεινῇ καρδίᾳ, ὥσπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρός, καὶ μὴ ποιήσεις σεαυτὸν σπήλαιον λῃστῶν, ἐπιτελῶν τὰ ἀθέμιτα, ἵνα μὴ αἰσχυνθῇς ἐν ἡμέρᾳ τῆς κρίσεως, ὅτε ἀποκαλύπτονται τὰ κρυπτὰ τῶν ἀνθρώπων.
ξθʹ. Ὁ ἐν ἀμητῷ ἀμελῶν, εὐθηνίας ἐκτὸς ἔσται αὐτοῦ ὁ οἶκος· καὶ νῦν ὁ καταφρονῶν, ἐν καιρῷ τῶν ἀμοιβῶν, τῆς παρακλήσεως τῶν δικαίων ἐκτὸς εὑρίσκεται. οʹ. Ἔρχεται καιρὸς ἡμῖν, ἀδελφοί, μεστὸς φόβου καὶ τρόμου· ἡνίκα ἀποκαλύπτονται ἃ διεπραξάμεθα ἐν κρυπτῷ καὶ σκοτίᾳ. Καὶ οὐαὶ τῇ ψυχῇ τῇ μὴ ἐχούσῃ τὸν Κύριον βοηθόν.
οαʹ. Δεῦτε, ἐννοηθῶμεν, ἀδελφοὶ φιλόχριστοι, περὶ τῆς συντελείας ἑκάστου ἡμῶν, πῶς διακείμεθα ἐν τῷ ματαίῳ βίῳ. Μάταιος γάρ ἐστι τοῖς ματαίοις ἐπιβεβιωκόσι διάγων· μακάριοι δέ εἰσιν οἱ ἐν αὐτῷ [βίῳ] ἐμπορευσάμενοι τὴν καλὴν πραγματείαν.
οβʹ. Ὥσπερ πλούσιος ἀνὴρ ἐν οὐρίῳ ἀνέμῳ τὸν πλοῦν διανοίγων, ἀνάκειται ἐν στρωμνῇ, ὑψηλὸν ἔχων ὄμμα, προσδοκῶν εὐφρασίαν· ἵστανται οἱ μάγειροι εὐτρεπίζοντες τὰ σῖτα, ἕπεται καὶ στρατιωτῶν στῖφος· ἐπῆλθεν ἄφνω λαῖλαψ, συνετάραξε τὴν θάλασσαν, συνέτριψε τὸ πλοῖον, καὶ αὐτὸς μονώτατος ἀπερρίφη ὑπὸ τῶν κυμάτων εἰς νήσους ἀοικήτους, θηρίων πλήρεις οὔσας· κράζει καὶ ὀδύρεται, καὶ οὐκ ἔστιν ὁ εἰσακούων· τύπτει τὸ πρόσωπον, δονεῖται ὅλῳ τῷ σώματι καὶ καθ᾽ ἑκάστην ὥραν προσδοκᾷ τὸν θάνατον.
Ὁ πρὸ ὀλίγου σοβαρὸς τήκεται τῷ λιμῷ καὶ τῷ φόβῳ, καὶ ξηραίνεται δίψει, καὶ οὐκ ἔστιν ὁ παραμυθούμενος. Οὕτως καὶ ἡμεῖς οἱ ἀμελεῖς πάσχομεν ἐπὶ ξηρᾶς· τρυφώντων γὰρ ἡμῶν ἐν βίῳ τῷ ματαίῳ, ἦλθεν ἄφνω θάνατος, ἥρπασε τὸν ἀμελῆ καὶ ἔρριψεν εἰς φοβεροὺς τόπους, ἔνθα κολασθήσονται πάντες ἁμαρτωλοί, ἀθετήσαντες ἀεὶ τὸν ἴδιον Δεσπότην.
ογʹ. Κατανοήσωμεν ἀσφαλῶς, ἐν ποίῳ φόβῳ ἔσται ὁ ὑπὸ κυμάτων ἐκριφεὶς εἰς ὅρια ἀοίκητα, καὶ μὴ ἔχων παντελῆ παραμυθίαν τινός· ἐννοηθῶμεν τοίνυν ἐν ποίῳ φόβῳ ἔσται ὁ ῥιφεὶς ἁμαρτωλὸς ἐν τόπῳ κολάσεως. οδʹ. Ἡ καρδία μου στενάζει, καὶ οἱ ὀφθαλμοί μου ἐπιθυμοῦσι δάκρυα, καὶ ἡ ἁμαρτία μου αἰχμαλωτίζει μου τὸν νοῦν, ἵνα μὴ κατανυγεὶς δεηθῶ τοῦ Κυρίου μετὰ πικρῶν δακρύων, τοῦ μὴ ῥιφῆναί με ἐν σκότει ἐξωτέρῳ.
οεʹ. Ὁ ῥυσάμενος τὸν λαόν σου ἐκ χειρὸς τοῦ Φαραὼ καὶ ἐκ καμίνου σιδηρᾶς, καὶ διασώσας αὐτοὺς διὰ τῆς ἐρυθρᾶς θαλάσσης, ῥῦσαι καὶ ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν, ὅπως εὕρωμεν χάριν ἐνώπιόν σου, ὅταν μέλλῃς κρῖναι ζῶντας καὶ νεκρούς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.