Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ καλῶς βιοῦν

Ἐφραίμ ὁ Σύρος

Βιβλικά παραδείγματα θείας προστασίας των δικαίων

Προτροπή για την ειλικρινή υπηρέτηση του Θεού και αναφορά στις θαυμαστές διασώσεις των προφητών Ιωνά, Ηλία, Ιερεμία, Δανιήλ και των τριών παίδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

οϛʹ. Ἐν ὅσῳ ἐν ἡμῖν ἰσχύς ἐστι, δουλεύσωμεν τῷ Κυρίῳ ἐν εὐθύτητι καρδίας, ἵνα ἐν καιρῷ θλίψεως εὕρωμεν αὐτὸν βοηθόν, ῥυόμενον ἡμᾶς ἐκ μεγάλων κινδύνων. οζʹ. Τοὺς δουλεύοντας αὐτῷ ἐν καθαρᾷ καρδίᾳ, δοξάσει ἐν δόξῃ ἀνεικάστῳ· τῆς γὰρ δόξης τῶν Ἁγίων τέλος οὐχ εὑρίσκεται.

οηʹ. Κατέπιε τὸ κῆτος τὸν προφήτην Ἰωνᾶν, διὰ προστάγματος Θεοῦ, καὶ ὡς ἐν ταμιείῳ τινὶ ἐφυλάττετο ἐν τῇ κοιλίᾳ τοῦ κήτους· ἔδυ ἡ κεφαλὴ αὐτοῦ εἰς σχισμὰς ὀρέων, καὶ ἐκύκλωσεν αὐτὸν ἄβυσσος ἐσχάτη· κατέβη εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. Κἀκεῖ προσευχόμενος ἐβόα, οὕτω λέγων· ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. Ἀνέσχισεν ἡ προσευχὴ τὸν βυθόν, ἔτεμε τὸν ἀέρα, ἀνέβη εἰς οὐρανοὺς καὶ εἰσῆλθεν εἰς τὰ ὦτα τοῦ Κυρίου. Μᾶλλον δὲ αὐτὸς ὁ Κύριος, ὁ πληρῶν τὴν σύμπασαν, οὐ μακρὰν ἀφίστατο τοῦ γνησίου οἰκέτου.

οθʹ. Προσέταξεν ὁ Θεὸς τῷ κήτει, καὶ ἐξέρασε τὸν Προφήτην· καὶ ὡς ἀπὸ πλοίου ἀποβάς, ἤρχετο τοῦ κηρύγματος. πʹ. Τρίβουσιν ἁμαρτωλοί, κατὰ δικαίων, ὀδόντας· πειρασμοὶ ὑπέρχονται· στεφανοῦνται ὅσιοι· αἰσχύνονται ἀσεβεῖς, κακὰ βουλευσάμενοι κατὰ ἁγίων Θεοῦ.

παʹ. Ἐδιώκετό ποτε ὑπὸ πονηρᾶς γυναικὸς Ἠλιοὺ ὁ Θεσβίτης· ὁ δὲ Κύριος δι᾽ ὀρνέου ἔτρεφε τὸν προφήτην· ἐπὶ δὲ τοῖς ἁμαρτωλοῖς λιμὸς ἐπῆλθε δεινός. πβʹ. Ἐν ἅρματι πυρίνῳ ἀνελήφθη ὁ προφήτης Ἠλιού· ἡ δὲ ἄνομος Ἰεζάβελ ἐξ ὕψους τοῦ ἑαυτῆς οἴκου καταρραγεῖσα ἐπὶ γῆς, κατεβρώθη ἐν πλατείαις πόλεως.

πγʹ. Ἔβαλον οἱ παράνομοι τὸν προφήτην Ἱερεμίαν ἐν τῷ λάκκῳ τοῦ βορβόρου, μὴ ἀνεχόμενοι ἀκοῦσαι λόγον θεοσεβείας. Ἤκουσε τὴν τόλμην αὐτῶν Ἀβιμέλεχ ὁ Αἰθίοψ, λευκὸς ὑπάρχων τῇ ψυχῇ καὶ τῇ πίστει ἐξαστράπτων, ἤλεγξε τὸν βασιλέα ἐπὶ παρανομίᾳ. Ἔλαβεν ἐξουσίαν, ἀνείλκυσε τὸν προφήτην, καὶ ἔτυχεν εὐλογίας.

πδʹ. Ἐπέστησαν οἱ πορθοῦντες ἐπὶ τοὺς πορθήσαντας ἀεὶ τοὺς τοῦ Θεοῦ προφήτας, καὶ ἐδόθη ὁ λαὸς τῶν Ἑβραίων ἐν χειρὶ τῶν πολεμίων. Εἶδον οἱ πολέμιοι τὸν προφήτην τοῦ Θεοῦ, καὶ ἔλυσαν ἐκ τῶν πεδῶν δῶρα προσκομίσαντες· ἐθεώρουν γὰρ αὐτὸν ἐν πολλῇ εὐσεβείᾳ. Ὥσπερ γὰρ ὁ βαστάζων λύχνον φωτίζει τοὺς παρόντας, οὕτως ἐστὶν ἡ ἀρετὴ πάντοτε, τὸ κλέος ἀεὶ βαστάζουσα.

πεʹ. Ἔβαλον τὸν προφήτην Δανιὴλ οἱ ἀσεβεῖς εἰς τὸν λάκκον τῶν λεόντων διὰ θεοσέβειαν, ὅπως ὑπ᾽ αὐτῶν καταβρωθῇ, καὶ οὐκ ἔγνωσαν οἱ ἄνομοι, ὅτι εἰς ἐντροπὴν ἰδίαν τοῦτο κατεργάζονται. Ὁ δὲ Κύριος ἐν χειρὶ τοῦ Ἀββακούμ, καὶ δι᾽ ἀγγέλου ἁγίου, ἄριστον ἀπέστειλε τῷ γνησίῳ οἰκέτῃ.

Οἱ δὲ ἄγριοι θῆρες ἰδόντες τὸν προφήτην ἐν μέσῳ αὐτῶν, κύπτοντες προσεκύνουν· δύναμις γὰρ οὐράνιος ἐνέφραξε τὰ στόματα τῶν λεόντων τοῦ μὴ λυμαίνεσθαι τὸν δίκαιον. πϛʹ. Ἀνείλκυσαν τὸν Προφήτην ἐκ μέσου τῶν θηρίων, καὶ ἐξηλέγχετο ἐκ μέρους ἡ ἀσέβεια αὐτῶν, θεασάμενοι αὐτὸν ὡς νυμφίον ἐκ παστοῦ, στίλβοντα τῷ προσώπῳ καὶ τῇ δόξῃ λαμπόμενον.

πζʹ. Εἰκότως τὸ δεύτερον ἀμφέβαλον Βαβυλωνίων τὸ ἔθνος, μὴ ἄρα ἐκαχέκτησαν οἱ ἄγριοι θῆρες, τοῦ μηκέτι ἐσθίειν τῶν ἀνθρώπων τὰ σώματα· ἕκτην γὰρ ἡμέραν ποιήσας ὁ ἐκλεκτὸς τοῦ Θεοῦ ἀνὰ μέσον τῶν ἑπτὰ λεόντων, πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ. Τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ ἦλθεν ὁ βασιλεὺς πενθῆσαι τὸν δίκαιον, κύψας δὲ ἐν τῷ λάκκῳ, θεωρεῖ αὐτὸν καθήμενον μεταξὺ τῶν λεόντων, ὥσπερ ποιμένα ἀνὰ μέσον τῶν ἰδίων προβάτων. τούτου χάριν εἰκότως ἠμφισβήτουν οἱ ἄπιστοι περὶ τῆς τούτου σωτηρίας.

Ἡνίκα δὲ ἐνεβλήθησαν ἐν τῷ λάκκῳ τῶν λεόντων οἱ ἐχθροὶ τοῦ δικαίου, θεασάμενοι αὐτοὺς μεληδὸν σπαραχθέντας, καὶ τῶν ὀστέων αὐτῶν λεπτυνθέντων εἰς τέλος, λίαν θαυμάσαντες ἀνεβόησαν ἰσχυρῶς· μέγας εἶ, Κύριε, ὁ θεὸς τοῦ Δανιήλ.

πηʹ. Οἱ τρεῖς παῖδες οἱ περὶ Ἀζαρίαν μὴ προσκυνήσαντες τῇ εἰκόνι τῇ χρυσῇ, ἰσχυρῶς πεδηθέντες ἐρρίφησαν εἰς τὴν ἐξαφθεῖσαν φλόγα· τὸ δὲ πῦρ οὐ κατετόλμησε φλογίσαι τρίχας αὐτῶν· ἀλλ᾽ ἐξελθοῦσα ἡ φλὸξ ἐνεπύρωσε τοὺς ταύτην ἐκκαύσαντας.