Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ δεῖν τοὺς χριστιανοὺς τοῖς θεατρικοῖς ἀγῶσι προσέχειν

Ἐφραίμ ὁ Σύρος

Η αντίθεση μεταξύ πνευματικής λατρείας και δαιμονικών εορτών

Έλεγχος της πνευματικής αστάθειας όσων συμμετέχουν στα έργα του διαβόλου και αντιπαραβολή της ψαλμωδίας με τους κοσμικούς χορούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Τίς τούτου ἀθλιώτερος καὶ βδελυκτότερος, τοῦ ἀτιμάζοντος τὸν Θεόν, τὸν διαταξάμενον καὶ λαλήσαντα διὰ νόμου καὶ Προφητῶν καὶ Ἀποστόλων, καὶ τὸ οὐαὶ κομιζομένου, τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου· οὐαὶ δι᾽ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Μή, ἀδελφοί μου, παρακαλῶ, μὴ οὕτως ἀναλώσωμεν τὰς ἡμέρας τῆς μετανοίας ἡμῶν, ἀλλὰ ἀκούσωμεν τοῦ προφήτου Δαυῒδ βοῶντος καὶ προτρεπομένου ἡμᾶς καὶ λέγοντος· δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Καὶ ἐπισπεύδων ἔλεγε· προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Προφθάσωμεν πρὸ τοῦ λυθῆναι τὴν πανήγυριν· προφθάσωμεν πρὶν αὐτὸς ἐμφανῶς ἥξει καὶ εὑρήσει ἡμᾶς ἀργοῦντας ἐν ἀμελείᾳ· πρὶν γενέσθαι τὴν κραυγὴν ἐκείνην· ἰδοὺ ὁ Νυμφίος ἔρχεται. Τότε ἕτοιμοι χαίρουσι, τότε ἀγαλλιῶνται οἱ εὔσπλαγχνοι, καὶ οἱ ταπεινοὶ σκυθρωπάζουσι, καὶ οἱ ἄξιοι χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ.

Ἀλλὰ προφθάσωμεν, ἀδελφοί, καὶ δράμωμεν ὡς καιρὸν ἔχομεν, πρὶν τεθῶσιν οἱ θρόνοι, πρὶν ἀφορίσῃ ἡμᾶς ἀπ᾽ ἀλλήλων. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Εἶπεν ἐν ψαλμοῖς, οὐχὶ ἐν γελοίοις· ἐν ψαλμοῖς, οὐχὶ ἐν ᾄσμασι δαιμονικοῖς. Εἶπε· δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν, οὐχὶ δὲ βαλλίσωμεν ἢ κιθαρίσωμεν, ἀλλὰ κλαύσωμεν ἐν ψαλμοῖς καὶ ὕμνοις.

Ψαλμὸς δαιμόνων φυγαδευτήριον. Ψαλμὸς ὅπλον ἐν φόβοις νυκτερινοῖς. Ψαλμὸς ἀνάπαυσις κόπων ἡμερινῶν. Ψαλμὸς νηπίοις ἀσφάλεια. Ψαλμὸς πρεσβυτέρων παρηγορία, γυναικῶν κόσμος ἁρμοδιώτατος. Οὗτος τὰς ἑορτὰς φαιδρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ· ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται. Ψαλμὸς τὸ τῶν Ἀγγέλων ἔργον, τὸ οὐράνιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Οὗτος τὸν νοῦν φωτίζει, οὗτος εἰς οὐρανοὺς ἀνάγει, οὗτος ποιεῖ τοὺς ἀνθρώπους προσομιλεῖν τῷ Θεῷ. Τὴν ψυχὴν χαροποιεῖ, τὴν ἀργολογίαν παύει, τὸν γέλωτα ἐξορίζει, τὴν κρίσιν ὑπομιμνῄσκει, ἐχθραίνοντας εἰρηνεύει. Ὅπου ψαλμὸς μετὰ κατανύξεως, ἐκεῖ καὶ ὁ Θεὸς μετὰ τῶν Ἀγγέλων· ὅπου δὲ τὰ τοῦ ἐναντίου ᾄσματα, ἐκεῖ ὀργὴ τοῦ Θεοῦ, καὶ οὐαί, ἡ ἀντιμισθία τοῦ γέλωτος. Ὅπου αἱ ἱεραὶ βίβλοι καὶ ἀναγνώσματα, ἐκεῖ εὐφροσύνη δικαίων, καὶ σωτηρία ἀκροατῶν, καὶ τοῦ Διαβόλου ἐντροπή· ὅπου δὲ κιθάραι καὶ χοροὶ καὶ χειρῶν κρότοι, ἐκεῖ σκοτισμὸς ἀνδρῶν, καὶ γυναικῶν ἀπώλεια, καὶ τῶν Ἀγγέλων λύπη, καὶ τοῦ Διαβόλου ἑορτή.

Ὢ τῆς κακῆς ἐπινοίας τοῦ Διαβόλου! Πῶς ἕκαστον διὰ τέχνης ὑποσκελίζει, καὶ ἀπατᾷ, καὶ πείθει ποιεῖν τὰ κακὰ ὡς τὰ καλά! Σήμερον τῷ δοκεῖν ψάλλουσιν ὡς προσέταξεν ὁ Θεός, καὶ αὔριον μετὰ σπουδῆς χορεύουσιν ὡς ἐδίδαξεν ὁ Σατανᾶς. Σήμερον ἀποτάσσονται τῷ Σατανᾷ, καὶ αὔριον αὐτῷ ἀκολουθοῦσι.

Σήμερον συντάσσονται τῷ Χριστῷ, καὶ αὔριον ἀποτάσσονται καὶ ἀρνοῦνται καὶ ἀτιμάζουσι. Σήμερον χριστιανοί, καὶ αὔριον ἐθνικοί. Σήμερον εὐσεβεῖς, καὶ αὔριον ἀσεβεῖς. Σήμερον πιστοὶ καὶ δοῦλοι Χριστοῦ, καὶ αὔριον ἀποστάται καὶ ἐχθροὶ τοῦ Θεοῦ.

Μὴ πλανᾶσθε, ἀδελφοί μου, μὴ πλανᾶσθε. Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν, καθὼς εἶπεν ὁ Δεσπότης Χριστός· ὅτι οὐδεὶς δύναται Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ τῷ Διαβόλῳ συγχορεύειν. Κατ᾽ εἰκόνα Θεοῦ πλασθέντες, μὴ ἀτιμάσωμεν τὴν εἰκόνα τοῦ Θεοῦ, ἀλλ᾽ ὡς Χριστοῦ στρατιῶται αὐτῷ ἀκολουθήσωμεν, αὐτῷ δουλεύσωμεν. Μὴ σήμερον ψάλλῃς μετὰ Ἀγγέλων, καὶ αὔριον χορεύσῃς μετὰ δαιμόνων. Μὴ σήμερον ἀναγνωσμάτων θείων ἀκούσῃς, ὡς ἀκροατὴς φιλόχριστος, καὶ αὔριον κιθάρᾳ προσχῇς, ὡς παραβάτης καὶ μισόχριστος. Μὴ σήμερον μετανοήσῃς ἐπὶ ταῖς ἁμαρτίαις σου, καὶ αὔριον ὀρχήσῃ ἐπ᾽ ἀπωλείᾳ σου. Μὴ σήμερον νηστεύσῃς καὶ ἐγκρατεύσῃ, καὶ αὔριον ἔλθῃς μεθύων καὶ περιφερόμενος ὧδε κἀκεῖ, καὶ καταγελώμενος ὑπὸ πάντων.