Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ δεῖν τοὺς χριστιανοὺς τοῖς θεατρικοῖς ἀγῶσι προσέχειν

Ἐφραίμ ὁ Σύρος

Η χριστιανική ιδιότητα ενώπιον του θανάτου και της κρίσης

Υπενθύμιση των υποσχέσεων του αγίου βαπτίσματος, τονισμός της ματαιότητας του βίου και κλήση σε οριστική απομάκρυνση από τα εθνικά έθιμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Μή, ἀδελφοί μου, παρακαλῶ, μὴ οὕτως ἀναλώσωμεν τὸν καιρὸν τῆς μετανοίας, ὃν ἔδωκεν ἡμῖν ὁ Θεὸς εἰς μετάνοιαν καὶ σωτηρίαν. Μνημονεύσωμεν τοῦ Κυρίου λέγοντος μετὰ ἀπειλῆς· οὐαὶ οἱ γελῶντες νῦν· πενθήσετε γὰρ μετὰ ταῦτα. Καὶ πάλιν λέγοντος· μακάριοι οἱ πενθοῦντες. Μηδεὶς πλανάτω ὑμᾶς, ἀδελφοί μου φιλόχριστοι. Οὐκ ἔστιν αὕτη τῶν Ἀποστόλων διδαχὴ τῶν λεγόντων· εἴ τις ὑμᾶς διδάσκει τοιαῦτα, ἃ ἡμεῖς οὐκ ἐδιδάξαμεν, ἀνάθεμα ἔστω! Οὐ γάρ ἐστι ταῦτα Χριστιανῶν, ἀλλὰ τῶν ἀπίστων ἐθνῶν τῶν μὴ ὑπακουσάντων τῷ Εὐαγγελίῳ, καθὼς εἶπεν ὁ Δεσπότης· ὅτι πάντα ταῦτα τὰ ἔθνη ποιοῦσιν, οἷς οὐκ ἔστιν οὐδεμία ἐλπὶς σωτηρίας.

Οἴδατε, ἀδελφοί μου, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα. Πῶς οὖν τὸν Χριστὸν ἐκδυσάμενοι τῷ Ἀντιχρίστῳ δουλεύετε; Ἐντολὴν ἔχομεν παρὰ τοῦ Ἀποστόλου, ἀδιαλείπτως προσεύχεσθαι, καὶ πάντα εἰς δόξαν Θεοῦ ποιεῖν. Σὺ δὲ πρὸς ταῦτα οὐ βλέπεις, ἀλλὰ τὴν ἀκοὴν ἀποστρέφεις, καὶ τοὺς ὀφθαλμοὺς καμμύεις· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Πάλιν λέγω· μὴ πλανᾶσθε, ἀδελφοὶ φιλόχριστοι· οὐκ ἔστι ταῦτα Χριστιανῶν, ἀλλὰ τῶν ἐθνῶν, τῶν μὴ ἐχόντων Θεόν.

Ἐννοηθῶμεν, ἀδελφοί, ὅτι ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡς ἄνθος χόρτου, οὕτω παρελεύσονται· μιᾷ καιροῦ ῥοπῇ, καὶ πάντα ἔπαυσαν. Τί μάτην ταράσσῃ, ἄνθρωπε; Μία πυρετοῦ προσβολὴ παύσει σου τὰ πηδήματα καὶ τὰ σκιρτήματα. Μία ὥρα ἐχώρισέ σε τῶν συγχορευόντων. Μία νύξ, καὶ μαρανθήσονταί σου αἱ σάρκες, καὶ οἱ πόδες σου οἱ εἰς κακίαν τρέχοντες παύσονται, καὶ αἱ χεῖρές σου παραλυθήσονται, καὶ οἱ ὀφθαλμοί σου τακήσονται, καὶ ἡ γλῶσσα ἡσυχάσει ἀπροθέτως, καὶ ἡ ἄτακτός σου φωνὴ ἐκλείψει, καὶ ὁ στεναγμός σου πλεονάσει, καὶ τὰ ἀνωφελῆ σου δάκρυα προστρέχουσι, καὶ οἱ διαλογισμοί σου ἀπολοῦνται, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος, Θεὸς γὰρ ὁ περιφερόμενος καὶ ἀτιμαζόμενος· καὶ πάντες ἀφέντες σε ἀπελεύσονται, καὶ οὐδεὶς παραστήσεταί σοι, εἰ μὴ οἱ θεραπευθέντες ὑπὸ σοῦ ἀόρατοι δαίμονες· ὁ δὲ ἀποσταλεὶς ἀπότομος Ἄγγελος μακρόθεν ἑστὼς κατηφὴς ἐκδέχεται τοῦ Δεσπότου τὸ νεῦμα, ἵνα ἁρπάξας σου τὴν ἀθλίαν ψυχὴν ἀπαγάγῃ εἰς τὸν ἡτοιμασμένον αὐτῇ τόπον, ἵνα θερίσῃ ἃ ἔσπειρεν· ὅπου γεωργεῖται καὶ εὐθηνεῖ καὶ περισσεύει κλαυθμός, θλῖψις, στενοχωρία, καὶ βρυγμὸς ὀδόντων καὶ οὐαί.

Τί μάτην ταράσσῃ, ἄθλιε; Ἐκεῖ τακήσονται ὀφθαλμοὶ μεθυόντων. Ἐκεῖ μαρανθήσονται σάρκες τῶν χορευόντων. Ἐκεῖ ὀδυνηθήσονται καὶ οἰμώξουσι οἱ μετὰ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνοντες. Ἐκεῖ μετὰ μεγάλου πόνου κλαύσουσι, καὶ τοὺς ὀδόντας τρίσουσι, καὶ τὴν ὄψιν πλήξουσι, πόρνοι, μοιχοί, κλέπται, ἀνδροφόνοι, μάντεις, φαρμακοί, ἐπαοιδοί, πλαστογράφοι, ἀρρενοφθόροι, παιδοφθόροι, ἅρπαγες, αἱμοβόροι. Οὗτοι πάντες καὶ οἱ τούτων ὅμοιοι, ἀμετανόητα ἁμαρτάνοντες μέχρι τέλους καὶ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν βαδίζοντες, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν, ἐπιτήδειον ἐκεῖ εὑρήσουσι πάντως καὶ τὸ κατάλυμα· οὐδὲ γὰρ ἐνδέχεται, καὶ ὧδε μετὰ δαιμόνων χορεῦσαι, καὶ ἐκεῖ μετὰ Ἀγγέλων σκιρτῆσαι, καθὼς εἶπεν ὁ Κύριος· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσετε καὶ κλαύσετε. Οὐκ ἔστι δυνατόν, ἀδελφοί, ποτὲ μὲν Χριστιανὸν εἶναι, ποτὲ δὲ ἐθνικὸν γενέσθαι.

Οὐδαμοῦ οὖν, καθὼς προείρηται, ἐπετράπη Χριστιανοῖς ποιεῖν τοιοῦτον· ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν καὶ Σωτὴρ πάντα ἐκεῖνα κατήργησε, τουτέστι τὰ τοῦ Διαβόλου διδάγματα, ἅπερ κακῶς ἐμαθήτευσεν ὁ ἄνθρωπος παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦ πλάσαντος αὐτόν, καὶ τοῦ παραδείσου ἐξόριστος γενόμενος, καὶ μαθὼν πᾶν κακὸν ὀνομαζόμενον ὑπὸ τὸν οὐρανόν. Ταῦτα τοίνυν πάντα, ὡς προείρηται, ἐλθὼν ὁ Κύριος ἔπαυσε καὶ ἐξώρισε, καὶ δι᾽ ἑαυτοῦ, καὶ διὰ τῶν αὐτοῦ μαθητῶν, λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς, καὶ διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τουτέστι, λέγετε αὐτοῖς ὅτι μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· οὐχὶ μεθύσκεσθε, οὐχὶ χορεύετε, ἀλλὰ μετανοεῖτε, πενθεῖτε, γρηγορεῖτε καὶ προσεύχεσθε· ἀεὶ ἐστὲ ἕτοιμοι, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν, ἡ βασιλεία τῶν οὐρανῶν ἐπὶ θύραις.