Τί μάτην ταράσσῃ, ἄθλιε; Ἐκεῖ τακήσονται ὀφθαλμοὶ μεθυόντων. Ἐκεῖ μαρανθήσονται σάρκες τῶν χορευόντων. Ἐκεῖ ὀδυνηθήσονται καὶ οἰμώξουσι οἱ μετὰ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνοντες. Ἐκεῖ μετὰ μεγάλου πόνου κλαύσουσι, καὶ τοὺς ὀδόντας τρίσουσι, καὶ τὴν ὄψιν πλήξουσι, πόρνοι, μοιχοί, κλέπται, ἀνδροφόνοι, μάντεις, φαρμακοί, ἐπαοιδοί, πλαστογράφοι, ἀρρενοφθόροι, παιδοφθόροι, ἅρπαγες, αἱμοβόροι. Οὗτοι πάντες καὶ οἱ τούτων ὅμοιοι, ἀμετανόητα ἁμαρτάνοντες μέχρι τέλους καὶ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν βαδίζοντες, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν, ἐπιτήδειον ἐκεῖ εὑρήσουσι πάντως καὶ τὸ κατάλυμα· οὐδὲ γὰρ ἐνδέχεται, καὶ ὧδε μετὰ δαιμόνων χορεῦσαι, καὶ ἐκεῖ μετὰ Ἀγγέλων σκιρτῆσαι, καθὼς εἶπεν ὁ Κύριος· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσετε καὶ κλαύσετε. Οὐκ ἔστι δυνατόν, ἀδελφοί, ποτὲ μὲν Χριστιανὸν εἶναι, ποτὲ δὲ ἐθνικὸν γενέσθαι.