Ταῦτα εἰς ἡμᾶς ἔφθασεν, ὦ ἀγαπητοί, καὶ ἰδοὺ θεωροῦμεν ὅτι οἱ λόγοι ἔργον γεγόνασι. Τίς γὰρ ἀνέχεται σήμερον τῶν θείων Γραφῶν; Τίς προσέχει σπουδαίως πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ; Τίς σοφός, καὶ φυλάξει ταῦτα; Τίς ἀποδείξει ὅτι οὐκ ἐσμὲν παραβάται νόμου; Πολλοὶ δυνατοί, πολλοὶ σοφοὶ κατὰ σάρκα, φησί, πολλοὶ εὐγενεῖς, πολλοὶ ἐπιστήμονες, γραμματεῖς καὶ νομικοὶ καὶ διδάσκαλοι, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, μονάζοντες καὶ παρθένοι καὶ μιγάδες καὶ πρεσβῦται καὶ νέοι. Τίς ἐκ πάντων τούτων δύναται ἀποδεῖξαι ὅτι ἁρμόζει Χριστιανοῖς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ βαλλίζειν, ἢ χοραυλεῖν, ἢ ἐπιφωνεῖν, ἢ μαντεύεσθαι, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἢ φορᾶν αὐτά, ἢ ἐπερωτᾶν δαίμοσιν, ἢ μεθύσκεσθαι, ἢ ἀνέχεσθαι τῶν τὰ τοιαῦτα παράνομα ποιούντων ἔργα; Τίς ἀποδείξει, ὡς προεῖπον, ὅτι ταῦτα Χριστιανῶν εἰσι; Ποῖος Προφήτης, ποῖον Εὐαγγέλιον, ποία τῶν Ἀποστόλων βίβλος; Εἰ ὅλως ταῦτα Χριστιανοῖς ἁρμόζει ποιεῖν, πάντα μάταια καὶ πλάνη, καὶ νόμος, καὶ οἱ Προφῆται, καὶ οἱ Ἀπόστολοι, καὶ τὰ Εὐαγγέλια. Εἰ δὲ ταῦτα θεόλεκτα καὶ ἀληθινὰ καὶ θεόπνευστα εἰσίν, ὥσπερ καὶ εἰσίν, οὐχ ἁρμόζει Χριστιανοῖς οὐδὲν τῶν προειρημένων ποιεῖν.