Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ δεῖν τοὺς χριστιανοὺς τοῖς θεατρικοῖς ἀγῶσι προσέχειν

Ἐφραίμ ὁ Σύρος

Αγιογραφικός έλεγχος των κοσμικών θεαμάτων

Παράθεση χωρίων της Αγίας Γραφής που καταδικάζουν τις κοσμικές διασκεδάσεις και στηλιτεύουν την παραμέληση του θείου νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Ὅτι οὐ δεῖ παίζειν Χριστιανούς Ὅτι μὲν οὐ δεῖ παίζειν Χριστιανοὺς πάντες γινώσκομεν, ἐκ τῶν θείων Γραφῶν ἀκούοντες καὶ μάλιστα τοῦ Κυρίου λέγοντος ἐν τῷ Εὐαγγελίῳ μετὰ ἀπειλῆς· οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσετε καὶ κλαύσετε. Καὶ πάλιν λέγει· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ποιοῦσιν. Ἠσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· οὐαὶ οἱ μετὰ τυμπάνων καὶ αὐλῶν καὶ κιθαρῶν τὸν οἶνον πίνοντες. Ὁ δὲ μακάριος Δαυΐδ, ὡς βδελυσσόμενος τὸν μετεωρισμὸν καὶ καυχώμενος ἐν Κυρίῳ, ἔλεγε· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἰάκωβος δὲ ὁ τοῦ Κυρίου ἀδελφὸς λέγει· πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος εἰδωλολάτρας καλεῖ τοὺς παίζοντας, λέγων· μὴ γίνεσθε εἰδωλολάτραι, καθὼς γέγραπται. Καὶ πάλιν λέγει· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ μᾶλλον λόγος ἀγαθός. Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πάλιν ὁ αὐτὸς λέγει· ἀδελφοί, γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ. Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν· ἢ αἰσχρότης ἢ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.

Καὶ πολλὰ ἕτερα ἐν ταῖς θείαις Γραφαῖς περὶ τούτου εἴρηται· καὶ οὐκ ἔστιν ὁ συνιών, ἀλλ᾽ εἰς ἡμᾶς ἐπληρώθη ὁ λόγος τοῦ Δεσπότου, ὅτι πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς. Πεπλήρωται δὲ εἰς ἡμᾶς καὶ ἡ προφητεία Παύλου ἡ λέγουσα· ἔρχεται καιρός, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

Ταῦτα εἰς ἡμᾶς ἔφθασεν, ὦ ἀγαπητοί, καὶ ἰδοὺ θεωροῦμεν ὅτι οἱ λόγοι ἔργον γεγόνασι. Τίς γὰρ ἀνέχεται σήμερον τῶν θείων Γραφῶν; Τίς προσέχει σπουδαίως πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ; Τίς σοφός, καὶ φυλάξει ταῦτα; Τίς ἀποδείξει ὅτι οὐκ ἐσμὲν παραβάται νόμου; Πολλοὶ δυνατοί, πολλοὶ σοφοὶ κατὰ σάρκα, φησί, πολλοὶ εὐγενεῖς, πολλοὶ ἐπιστήμονες, γραμματεῖς καὶ νομικοὶ καὶ διδάσκαλοι, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, μονάζοντες καὶ παρθένοι καὶ μιγάδες καὶ πρεσβῦται καὶ νέοι. Τίς ἐκ πάντων τούτων δύναται ἀποδεῖξαι ὅτι ἁρμόζει Χριστιανοῖς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ βαλλίζειν, ἢ χοραυλεῖν, ἢ ἐπιφωνεῖν, ἢ μαντεύεσθαι, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἢ φορᾶν αὐτά, ἢ ἐπερωτᾶν δαίμοσιν, ἢ μεθύσκεσθαι, ἢ ἀνέχεσθαι τῶν τὰ τοιαῦτα παράνομα ποιούντων ἔργα; Τίς ἀποδείξει, ὡς προεῖπον, ὅτι ταῦτα Χριστιανῶν εἰσι; Ποῖος Προφήτης, ποῖον Εὐαγγέλιον, ποία τῶν Ἀποστόλων βίβλος; Εἰ ὅλως ταῦτα Χριστιανοῖς ἁρμόζει ποιεῖν, πάντα μάταια καὶ πλάνη, καὶ νόμος, καὶ οἱ Προφῆται, καὶ οἱ Ἀπόστολοι, καὶ τὰ Εὐαγγέλια. Εἰ δὲ ταῦτα θεόλεκτα καὶ ἀληθινὰ καὶ θεόπνευστα εἰσίν, ὥσπερ καὶ εἰσίν, οὐχ ἁρμόζει Χριστιανοῖς οὐδὲν τῶν προειρημένων ποιεῖν.

Ἰδοὺ γὰρ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης ἡ θεία Γραφὴ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν παντὶ τόπῳ ἀναγινώσκεται, ὁ νόμος καὶ οἱ Προφῆται καὶ οἱ Ἀπόστολοι, ὁ Δεσπότης τῶν ὅλων, καὶ πάντες οἱ θεοφόροι Πατέρες, καὶ οὐδαμοῦ εὑρίσκεται ὅτι ἁρμόζει Χριστιανοῖς ταῦτα ποιεῖν. Ἀλλὰ καθὼς γέγραπται· ἕκαστος ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθη, καὶ παρέβη, καὶ ἐστὶ παραβάτης καὶ ψεύστης καὶ ἄθεος, καὶ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζει. Καὶ μὴ σκληρὸν ὑμῖν φανῇ, ὅτι εἶπον ἄθεος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Θεολόγου Ἰωάννου, οὕτω λέγοντος· πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδασκαλίᾳ τοῦ Θεοῦ, Θεὸν οὐκ ἔχει.