Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ προσέχειν τοῖς παροῦσι καὶ περὶ τοῦ μὴ ἀπατᾶσθαι ταῖς ἡδοναῖς τοῦ βίου, καὶ εἰς τὸν οβ΄ ψαλμόν

Ἐφραίμ ὁ Σύρος

Η προσωρινή ευημερία και η τελική πτώση των ασεβών

Ερμηνεία των στίχων του ψαλμού σχετικά με την ψευδαίσθηση της ατιμωρησίας των αμαρτωλών και την αποκάλυψη της πνευματικής τους καταστροφής κατά την είσοδο στο αγιαστήριο του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Μὴ οὖν μόνον τὰς λέξεις διέλθωμεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ νοῦν ἐπιστήσωμεν τοῖς ῥήμασι μετὰ ἀκριβείας, ὅπως καὶ τῆς δυνάμεως τῶν λεγομένων καταξιωθῶμεν ποιηταὶ γενέσθαι. Φησὶ γὰρ ὁ Προφήτης· ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ!

Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτοῖς. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διήλθοσαν εἰς διάθεσιν καρδίας· διενοήθησαν καὶ ἐλάλησαν πονηρίαν, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν.

Τί δέ ἐστιν, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν καὶ ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν; Ὃ λέγει τοιοῦτόν ἐστι· ποιούντων αὐτῶν τὰ κακά, καὶ τὴν μάστιγα τῆς κακίας αὐτῶν παραυτὰ μὴ ἀπειληφότες, δοκοῦσι μὴ εἶναι Θεόν, ἄφρονες γενόμενοι.

Φησὶ γάρ· εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς· διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; Ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες· εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου· καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. Εἰ ἔλεγον· διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.

Ἄκουε τοίνυν τί ἐστι τὰ ἔσχατα τῶν ἐπιλανθανομένων τοῦ Θεοῦ. Φησὶ γάρ· διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου. Καὶ πάλιν λέγει· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Καὶ ποία αὕτη ἡ πόλις; Ἡ ἄνω Ἱερουσαλήμ.