Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ μὴ προσέχειν τοῖς παροῦσι καὶ περὶ τοῦ μὴ ἀπατᾶσθαι ταῖς ἡδοναῖς τοῦ βίου, καὶ εἰς τὸν οβ΄ ψαλμόν

Ἐφραίμ ὁ Σύρος

Η θεία καθοδήγηση και η αφοσίωση στον Θεό

Ανάλυση της παραίτησης από το σαρκικό θέλημα και της απόλυτης ελπίδας και προσκόλλησης του πιστού στον Κύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Καὶ πάλιν· ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενήθην παρὰ σοί. Κἀγὼ διαπαντὸς μετὰ σοῦ· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με.

Τί δέ ἐστι· καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με; Ὃ λέγει, νομίζω, τοιοῦτόν ἐστι· ἀπεκδυσάμενος, φησί, τὸ τῆς σαρκὸς θέλημα, καὶ πρὸς ὑποδοχὴν καὶ τήρησιν τῶν ἐντολῶν σου ἐμαυτὸν παραστησάμενος, ἐν τῇ βουλῇ σου ὡδήγησάς με, οὐ γὰρ ἵστουν τὸ ἐμαυτοῦ θέλημα. Ὅθεν ὡς πατὴρ ἀγαθός, υἱὸν ἔχων ἀγαπητόν, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, διὸ καὶ μετὰ δόξης προσελάβου με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου. Τί ἐπιζητῶν; Τὰς ἄνω διατριβάς. Ὃν τρόπον γὰρ ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.

Βάθυνόν σου τὸν νοῦν σφόδρα πρὸς ὑποδοχὴν τῶν λεγομένων. Οἵαν φοβερὰν λέξιν ἐπιφέρει λέγων, ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.