Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ πῶς δεῖ τὴν ψυχὴν μετὰ δακρύων προσεύχεσθαι τῷ θεῷ, ὅταν πειράζηται ὑπὸ τοῦ ἐχθροῦ

Ἐφραίμ ὁ Σύρος

Ικεσία της θλιβομένης ψυχής και επίκληση της θείας ευσπλαγχνίας

Η ψυχή καταφεύγει με δάκρυα στον Θεό, ζητώντας την άφεση των αμαρτιών και την ίασή της μέσω της μνήμης της σταυρικής θυσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ ψυχῆς ὅταν πειράζηται ὑπὸ τοῦ Ἐχθροῦ πῶς ὀφείλει μετὰ δακρύων τῷ Θεῷ προσεύχεσθαι Ψυχὴ τεθλιμμένη προσέρχεταί σοι, ἅγιε Δέσποτα, καὶ μετὰ δακρύων ἐντυγχάνει σοι περὶ τοῦ λυμεῶνος Ἐχθροῦ, καὶ μετὰ πάσης ταπεινώσεως προσπίπτει δεομένη σου περὶ τοῦ θλίβοντος αὐτὴν ἀντικειμένου. Ἐπειδὴ οὖν ἀναιδῶς σοι προσέρχεται, ἐπάκουσον αὐτῆς ἐν τάχει· καὶ καταφυγούσῃ πρὸς σὲ ποθεινῶς, ἐπίσκεψαι αὐτῇ ἐπιμελῶς. Ἐὰν ὑπερίδῃς αὐτὴν τεθλιμμένην, ἀπώλετο· ἐὰν βραδύνῃς ἐπακοῦσαι αὐτῆς συνεχομένης, ἐξέλιπεν. Ἐὰν δὲ διὰ τοὺς οἰκτιρμούς σου ἐπισκέψῃ αὐτήν, εὑρίσκεται· ἐὰν δὲ ἐπιβλέψῃς ἐπ᾽ αὐτήν, σῴζεται· ἐὰν ἐπακούσῃς αὐτῆς, ἐνδυναμοῦται. Ζήλωσον περὶ αὐτῆς, ὅτι ἁρμοστή σου ἐστί· καὶ γὰρ ὁ ἁρμοσάμενος αὐτήν σοι ἐστὶ Παῦλος ὁ ἀπόστολος· ὃς εἶπεν ὅτι ἀθάνατος ζηλωτὴς τυγχάνεις. Μὴ ὑπερίδῃς αὐτήν, ἵνα μὴ ὑπολάβῃ ὁ Ἐχθρὸς ὅτι ἀποστάσιον δέδωκας αὐτῇ καὶ ἀπέπεμψας αὐτήν.

Παίδευσόν με, Δέσποτα, διὰ τοὺς οἰκτιρμούς σου, καὶ μὴ παραδῷς με εἰς χεῖρας λυμεῶνος. Ἰδοὺ γὰρ συνῆξα τοὺς λογισμούς μου πανταχόθεν, καὶ οὐχ εὑρίσκω ἀγαθόν τι ὑπομνησθῆναι ἔμπροσθέν σου, εἰ μὴ τοῦτο μόνον, ὅτι πλήν σου ἄλλον οὐκ οἶδα. Ἄμετρον πλάτος ὑπάρχει ἡ χάρις τῶν ἰαμάτων σου· καὶ πᾶσι τοῖς προσερχομένοις σοι παρέχει ἴασιν. Καὶ γὰρ τὰ ἐμὰ τραύματα συνεχῶς ἰῶνται διὰ τῶν οἰκτιρμῶν σου, καὶ πάλιν σαθροῦνται διὰ τὴν ἐμὴν ἀμέλειαν. Νῦν ἐπελαθόμην τοῦ ἰατροῦ ἐν τῇ ὑγιείᾳ μου, καὶ ἐπελάθετό μου ὁ ἰατρὸς ἐν τῇ ἀρρωστίᾳ μου. Ὅτι κόπον παρέχουσί σοι αἱ ἁμαρτίαι μου, γινώσκω· καὶ ὅτι ἠλεημένος παροργίζω σε, οὐκ ἀγνοῶ· καὶ ὅτι βαστάζεις με διὰ τὴν σὴν εὐσπλαγχνίαν, οὐκ ἐπιλανθάνομαι· καὶ γὰρ εὔσπλαγχνος μήτηρ ἀθετουμένη ὑπὸ τοῦ ἰδίου βρέφους, οὐ στέγει ὑπεριδεῖν αὐτό, διότι νικᾶται ὑπὸ τῶν σπλάγχνων αὑτῆς. Εἰ οὖν ἐκείνη οὕτω, πόσῳ μᾶλλον ἡ εὐσπλαγχνία σου. Ἰδοὺ δή, Δέσποτα, καὶ τοῦ πετεινοῦ τὰ σπλάγχνα κέχυται ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ, καὶ καθ᾽ ὥραν ἐπισκέπτεται αὐτά, καὶ βρώματα αὐτῶν φέρει, καὶ κοπιᾷ ἵνα θρέψῃ αὐτά· ἥττηται γὰρ ὑπὸ τῶν σπλάγχνων.

Εἰ δὲ τὰ ἄλογα οὕτως εὔσπλαγχνα τυγχάνει, πόσῳ μᾶλλον ἡ χάρις σου, μυριοπλάσιον νικωμένη ὑπὸ τῶν σπλάγχνων, ἐλεήσει τοὺς προσερχομένους αὐτῇ καὶ ζητοῦντας αὐτὴν ἐν ἀληθείᾳ. Ἰδοὺ πάλιν πηγὴ πλήρης ὑδάτων βρύουσα ἀδιαλείπτως ἀφθόνως παρέχει πᾶσι τοῖς προσερχομένοις αὐτῇ, καὶ ἀνενδεὴς ὑπάρχουσα ἐπαίνων ἀνθρωπίνων· οὐ γάρ ἐστιν ἔπαινος τὸ δωρεὰν παρέχειν αὐτῷ τὴν πόσιν, ἀλλὰ τὸ δι᾽ αὐτῆς σὲ δοξάζειν. Εὔδηλον γάρ ἐστιν ὅτι διὰ τὴν εὐεργεσίαν τῆς χάριτός σου ἐκείνη τὴν πόσιν παρέχει. Ἰδοὺ γὰρ ἱστόρησεν ἡ πηγὴ τὸ ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν σου. Ἀφθόνως τὰς ἐπουρανίους δυνάμεις τρέφεις, καὶ τὴν ἐπὶ τῆς γῆς πᾶσαν πνοὴν οἰκονομεῖς, ἀνενδεὴς ὑπάρχων ἐπαίνων καὶ δόξης πάσης κτίσεως. Δεδοξασμένος ὑπάρχεις ἐν τῇ οὐσίᾳ τῆς μεγαλωσύνης σου καὶ τῇ μεγαλοπρεπείᾳ τῆς δόξης σου. Ἡ ἀγάπη σου ποθοῦσα τὴν ἡμετέραν σωτηρίαν, ἑαυτὴν πρὸς ἡμᾶς κλίνει, ἵνα δοξολογούντων ἡμῶν αὐτὴν σωθῶμεν ἐν αὐτῇ δι᾽ αὐτῆς. Πέπεισμαι γάρ, ὅτι αὐτὴ ἡ ἀγάπη τῆς χάριτός σου ἀντιλαμβάνεται καὶ προσδέχεται τὸν προσερχόμενον αὐτῇ. Καὶ προγνώστης ὤν, ὦ Δέσποτα, βλέπεις ἐὰν ἐξεδύσατο τὸν κόσμον παντελῶς.

Πρὸ τοῦ φθάσαι αὐτὸν πρὸς τὴν θύραν, ἀνοίγεις αὐτῷ· πρὸ τοῦ αὐτὸν προπεσεῖν, χεῖρα ἐπιδίδως· πρὸ τοῦ βρύσαι αὐτὸν τὰ δάκρυα, τοὺς οἰκτιρμούς σου ἐπιρρίπτεις· πρὸ τοῦ ἐξομολογήσασθαι αὐτὸν τὰ χρεοφειλήματα αὐτοῦ, τὴν συγχώρησιν παρέχεις. Οὐκ ἐγκαλεῖς· οὐ λέγεις, ποῦ ἀνήλωσας τὸν χρόνον; Πῶς παρῆλθες τὸν καιρόν; Οὐ ζητεῖς τὴν ποσότητα τοῦ γραμματείου τῶν ἁμαρτιῶν αὐτοῦ, οὐ μιμνήσκεις τὸν παροργισμὸν τῆς ἀμελείας αὐτοῦ· οὐκ ὀνειδίζεις τὴν ἀθέτησιν τῶν εὐεργεσιῶν σου, ἀλλὰ τὴν ταπείνωσιν καὶ τὸν κλαυθμὸν καὶ τὴν διάθεσιν τῆς καρδίας προορῶν κράζεις· ἐκβάλετε τὴν πρώτην στολὴν καὶ ἐνδύσατε αὐτόν· θύσατε τὸν μόσχον τὸν σιτευτὸν εἰς ἀνάπαυσιν καὶ εὐφροσύνην. Συνέλθωσιν ἄγγελοι καὶ εὐφρανθῶσιν ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολλυμένου υἱοῦ καὶ ἐπὶ τῇ ἐπιστροφῇ τοῦ πεπλανημένου κληρονόμου· καὶ ὥσπερ ἔμπορον εἰς τὰ ἴδια ἐπιδημήσαντα μετὰ πλούτου πολλοῦ, οὕτω προσδέχεται ἡ χάρις σου τὸν προσερχόμενον ἁμαρτωλὸν ἐξ ὅλης ψυχῆς· ποθεῖ γὰρ ἰδεῖν τὰ δάκρυα καὶ διψᾷ ἰδεῖν τὴν μετάνοιαν καὶ χαίρει ἐπὶ τῇ σπουδῇ τῶν σπουδαζόντων μετανοῆσαι.

Δεῖξον οὖν καὶ ἐν ἐμοὶ πολλήν σου εὐσπλαγχνίαν καὶ ἄνες μοι ἀπὸ τῆς συνοχῆς τοῦ λυμεῶνος· τραυματίσας γάρ με στήκει ἐκμυκτηρίζων με· καὶ καθὼς ἐν τῇ θαλάσσῃ προσῆλθον οἱ μαθηταὶ καὶ ἐξήγειράν σε, καὶ διὰ τῆς εὐλογημένης φωνῆς τοῦ στόματός σου ἐκόπασεν ἡ λαῖλαψ τοῦ ἀνέμου καὶ ἐγαληνίασεν ἡ ζάλη τῶν κυμάτων, ἐπάκουσον τῶν δακρύων μου, ὅτι ἡμέρας καὶ νυκτὸς διεγείρουσίν σε· ἔτη δώδεκα κάμνοντες οἰκοῦντες ἰατροί, οὐκ ἴσχυσαν ἰάσασθαι τὴν ῥύσιν τοῦ αἵματος, πόνον μᾶλλον παρεῖχον ἢ ἴασιν· ὅσα δὲ ἐκεῖνοι οὐκ ἴσχυσαν, αὐτὸς παρέσχες· καὶ ὅσα ἐκεῖνοι ἐθριάμβευσαν, αὐτὸς ὑγίωσας καὶ ἀπόνως τὴν ἴασιν ἐδωρήσω· προσδοκῶσα γὰρ λανθάνειν σε, λάθρα προσῆλθε τῷ κρασπέδῳ τῶν ἱματίων σου· προσῆλθεν, οὐχὶ τοῦ ἁγίου σώματος ἥψατο, καὶ ἡ περιβολή σου ἴασιν αὐτῇ παρέσχεν, καὶ ἀπαλλαγὴν ἀσινῆ πολλῶν ἰατρῶν. Ἀπάλλαξον καὶ ἐμοῦ τὴν τεθλιμμένην ψυχὴν ἀπὸ τῆς αἰσχύνης καὶ τοῦ ὀνείδους τοῦ θλίβοντός με Ἐχθροῦ, εὔσπλαγχνε Ἰατρέ· δεῖξον εἰς τὰ μέλη μου τὴν πολλήν σου σοφίαν· καὶ ἄσπιλα ποίησον τὰ τραύματά μου, καὶ ἔθου ἐν αὐτοῖς κάλλος ἀρετῆς, καὶ κηρυχθήτω ἡ χάρις σου, ὅτι αὐτή με ἐρρύσατο· ὁ ἀναμάρτητος Ἀμνός, ὁ σφαγεὶς ὑπὲρ τῆς σωτηρίας τῆς οἰκουμένης, καὶ εἰρηνοποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, μή με ἀπορρίψῃς, ὅτι ἀναιδῶς σοι προσῆλθον, καὶ μὴ εἴπῃς μοι, τί ὑπέμεινες ἕνεκεν ἐμοῦ;

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ ἐρεῖς ἡμῖν τοῖς ἁμαρτωλοῖς· οἴδατε τί ὑπέμεινα ὑπὲρ ὑμῶν; Ἀόρατος ὤν, ὡράθην ὑμῖν· ἀθάνατος ὤν, δι᾽ ὑμᾶς κατεκρίθην· ἀναμάρτητος ὤν, δι᾽ ὑμᾶς ἐρραπίσθην· καὶ οὕτως σταυρούμενος οὐκ ὠργίσθην· μυκτηριζόμενος οὐ κατηρασάμην.

Ἐγὼ ὁ Δεσπότης, ἀνώτερος ὢν πάντων τῶν ἁμαρτημάτων καὶ ἐγκλημάτων, δι᾽ ὑμᾶς ταῦτα ὑπέμεινα· ὑμεῖς ὑπεύθυνοι ὑπὲρ ἐμοῦ τί ὑπεμείνατε; Ἕνεκεν τούτου ἀπολογίαν οὐκ ἔχει τὶς ἐξ ἡμῶν. Μνήσθητι, Κύριε, ὅτι ταῦτα πάντα ὑπέμεινας ὑπὲρ ἡμῶν διὰ τὴν σὴν εὐσπλαγχνίαν καὶ διὰ τὴν σὴν ἀγαθωσύνην καὶ δικαιοσύνην, καὶ οὐ διὰ τὰ ἡμέτερα κατορθώματα· ὡς γὰρ παρεδόθης τότε ὑπὲρ ἡμῶν ἅγιος, ἀναμάρτητος, καὶ νῦν ὁ αὐτὸς εἶ, Δέσποτα, οὐ γὰρ μετεβλήθη ἡ εὐσπλαγχνία τῆς θεότητός σου, ἣν ἔχεις κατὰ φύσιν, ἡμεῖς δὲ καὶ τότε ἀσεβεῖς καὶ πονηροί, καὶ νῦν ἁμαρτωλοὶ καὶ ἀσθενοῦντες. Τὸ χάρισμα οὖν, ὃ ἐχαρίσω διὰ τὴν εὐσπλαγχνίαν σου, μὴ ἀφέλῃς αὐτὸ ἀφ᾽ ἡμῶν· εἰ μὲν γὰρ τότε διὰ τὴν δικαιοσύνην ἡμῶν ἐλυτρώσω ἡμᾶς, νῦν δὲ ἐπειδὴ ἡμάρτομεν, διὰ τοῦτο ὀργίζῃ καὶ ἀφέλεις τὴν χεῖρά σου, εἰκότως εἴποιμεν, ἅγιος, ὅτι διὰ τὴν δικαιοσύνην ἡμῶν τότε ἐλυτρώσω ἡμᾶς, καὶ νῦν δὲ ὅτι ἡμάρτομεν, ἀπέστης ἀφ᾽ ἡμῶν· ἀλλὰ καθὼς προεῖπον, ἡμεῖς καὶ τότε ἀσεβεῖς καὶ νῦν ἁμαρτωλοί· τὸ οὖν δῶρον, ὃ ἐδωρήσω ἡμῖν διὰ τὴν σὴν φιλανθρωπίαν, ἕως τέλους βεβαιωθήτω εἰς ἡμᾶς.