Ἐγὼ μὲν τεθλιμμένη ψυχὴ ἔτι καὶ ἔτι βοῶ πρός σε, Δέσποτα, καὶ ἐντυγχάνειν σοι περὶ τοῦ Ἐχθροῦ μου ἀναγκάζομαι· ἴδε, Δέσποτα, καὶ γενοῦ μοι καταφυγή, καὶ ἐπιτίμησον τοῖς πειραταῖς αὐτοῦ, ὅτι κατὰ πᾶσαν ὥραν περιπτοοῦσίν μου καὶ οὐ συνιῶ, κλέπτουσίν μου καὶ οὐ γινώσκω, μετεωρίζουσίν με καὶ οὐ κατανύσσομαι· ἐμποδίζουσίν με, ἵνα παρακαλέσω σε, γινώσκουσι γάρ, ὅτι ἐὰν βοήσω πρὸς σὲ μετὰ δακρύων καὶ κλαυθμοῦ, οὐχ ὑφήσεις· οἴμοι, οἷον ἀντίπαλον ἔχω ἐν τῷ σκάμματι· μακαρία εἰμί, οἷον λυτρωτὴν ἔχω καὶ μισθαποδότην τοῦ ἀγῶνος. Ὁ μὲν βασιλίσκος, τὸ θηρίον, εἰς τὰ ἑκάτερα δεινὸς τυγχάνει, ἐν τῷ βλέμματι καὶ ἐν τῇ πικρότητι, καὶ οὗτος ὁ δράκων εἰς τὰ ἀμφότερα πονηρότερος αὐτοῦ ὑπάρχει, ἐν τῇ πάλῃ καὶ ἐν τῇ ἀναιδείᾳ· ἡ δύναμις ἡ ἁγία, ἡ καταπιοῦσα τὰς ῥάβδους τὰς μεταβληθείσας εἰς δράκοντας, ἐπιτίμησον καὶ τούτῳ τῷ δράκοντι, ὅτι ἀναιδῶς μοι προσέρχεται, καὶ τῇ ἀναιδείᾳ τῆς πάλης αὐτοῦ τοῖς ὑπομένουσι θησαυρὸν κατεργάζεται, καὶ ἡ θλῖψις, ἣν φέρουσιν αἱ ἀπειλαὶ αὐτοῦ, μακαρισμὸν ἔχουσιν ἐγκεκρυμμένον· ἡ γὰρ χαρὰ τοῦ αἰῶνος τούτου ἀνάμεστος λύπης ἐστίν· ἡ δὲ θλῖψις καὶ ὁ στεναγμὸς χαρὰν καὶ ζωὴν αἰώνιον προξενεῖ.