Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ πῶς δεῖ τὴν ψυχὴν μετὰ δακρύων προσεύχεσθαι τῷ θεῷ, ὅταν πειράζηται ὑπὸ τοῦ ἐχθροῦ

Ἐφραίμ ὁ Σύρος

Μακαρισμοί και προσήλωση στα επουράνια

Σειρά μακαρισμών για τους αγωνιζόμενους πιστούς και προτροπή για αποφυγή των γήινων επιθυμιών με συνεχή μελέτη των άνω.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Μακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τῆς ἀγάπης αὐτοῦ καταφρονήσαντες πάντων· μακάριοι οἱ δακρύοντες ἡμέρας καὶ νυκτός, ἵνα ῥυσθῶσιν ἀπὸ τῆς μελλούσης ὀργῆς· μακάριοι οἱ ταπεινώσαντες ἑαυτοὺς ἑκουσίως, ὅτι ἐκεῖ ὑψωθήσονται· μακάριοι οἱ ἐγκρατεῖς, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου αὐτοὺς μένει· μακάριοι οἱ καταπονήσαντες ἑαυτῶν τὰ σώματα ἐν ἀγρυπνίαις καὶ ἀσκήσει, ὅτι ἡ ἀγαλλίασις τοῦ παραδείσου αὐτοῖς ἡτοίμασται· μακάριοι οἱ γενόμενοι ἑκουσίως ναὸς τοῦ Ἁγίου Πνεύματος, ὅτι αὐτοὶ ἐκ δεξιῶν σταθήσονται· μακάριοι οἱ κτησάμενοι τὴν ἀγάπην τοῦ Θεοῦ ἐν ταῖς ψυχαῖς αὑτῶν, ὅτι αὐτοὶ φιλόχριστοι κληθήσονται· μακάριοι οἱ σταυρώσαντες ἑαυτούς, ὅτι ἐν Θεῷ ἐγένετο ἡ μελέτη αὐτῶν ἡμέρας καὶ νυκτός· μακάριοι οἱ περιεζωσμένοι τὰς ὀσφύας αὑτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔχοντες τὰς λαμπάδας αὐτῶν, καὶ προσδοκῶντες τὸν ἑαυτῶν Νυμφίον, πότε ἀναλύσει ἐκ τῶν γάμων· μακάριος ὁ κτησάμενος νοεροῖς ὀφθαλμοῖς τὴν θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως, καὶ σπουδάσας καμεῖν, ἵνα ἐπιτύχῃ τῶν αἰωνίων ἀγαθῶν· μακάριος ὁ ἔχων πρὸ ὀφθαλμῶν διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, καὶ σπουδάσας εὐαρεστῆσαι ἕως ὥρα ἐστίν· μακάριος ὁ γενόμενος ἐπὶ γῆς ἀπαθὴς ὡς ἄγγελος, ἵνα σὺν Ἀγγέλοις χαρῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Σπουδάσωμεν οὖν, ἀδελφοί, τὰ ἄνω βλέπειν, τὰ ἄνω διανοεῖσθαι, τὰ ἄνω ἐνθυμεῖσθαι, τὰ ἄνω διαλογίσθαι, τὰ ἄνω μνημονεύειν, τὰ ἄνω μελετᾶν, τὰ ἄνω φρονεῖν, τὰ ἄνω λαλεῖν, τὰ ἄνω ποιεῖν, τὰ ἄνω πραγματεύεσθαι· ὅλα δι᾽ ὅλου τοῖς ἄνω προσομιλεῖν, καὶ μὴ νεύειν πρὸς τὰ κάτω, ὅπου αἱ ἡδοναὶ καὶ αἱ ἐπιθυμίαι τοῦ αἰῶνος τούτου τοῦ ματαίου καὶ θανατηφόρου· ἀλλὰ καλόν ἐστι πάντοτε βλέπειν τῷ τῆς καρδίας ὄμματι, μή τι ἐμπέσῃ εἰς τὴν κόρην τοῦ ὀφθαλμοῦ, ἢ λογισμὸς πονηρός, ἢ ἄλλο τι τῶν μὴ ἀρεσκόντων τῷ Δεσπότῃ Θεῷ, καὶ σκοτήσῃ τὸν νοῦν· ἀλλ᾽ ἄκουσον σὺ ὁ ἀναγινώσκων, περὶ ἐμαυτοῦ λέγω, ἔχομεν τί διανοεῖσθαι πάντοτε, ἔχομεν τοὺς Ἀγγέλους, ἔχομεν τοὺς Ἀρχαγγέλους, ἔχομεν τὰς Δυνάμεις, ἔχομεν τὰς δόξας τῶν Κυριοτήτων, ἔχομεν τὰ Χερουβείμ, ἔχομεν τὰ Σεραφείμ, ἔχομεν ἑαυτούς, ἔχομεν τὸν τῶν ἁπάντων Δεσπότην Θεόν, τὸ καλὸν καὶ ἅγιον ὄνομα, ἔχομεν τοὺς Προφήτας, ἔχομεν τοὺς Ἀποστόλους, ἔχομεν τὰ ἅγια Εὐαγγέλια, τοὺς λόγους τοῦ Κυρίου, ἔχομεν τοὺς Μάρτυρας, ἔχομεν πάντας τοὺς Ἁγίους, ἔχομεν τοὺς Ὁμολογητάς, ἔχομεν τοὺς ἁγίους Πατέρας, Πατριάρχας, ἔχομεν τοὺς Ποιμένας, ἔχομεν τοὺς Ἱερεῖς, ἔχομεν τοὺς οὐρανοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς.