Ἐγὼ ὁ Δεσπότης, ἀνώτερος ὢν πάντων τῶν ἁμαρτημάτων καὶ ἐγκλημάτων, δι᾽ ὑμᾶς ταῦτα ὑπέμεινα· ὑμεῖς ὑπεύθυνοι ὑπὲρ ἐμοῦ τί ὑπεμείνατε; Ἕνεκεν τούτου ἀπολογίαν οὐκ ἔχει τὶς ἐξ ἡμῶν. Μνήσθητι, Κύριε, ὅτι ταῦτα πάντα ὑπέμεινας ὑπὲρ ἡμῶν διὰ τὴν σὴν εὐσπλαγχνίαν καὶ διὰ τὴν σὴν ἀγαθωσύνην καὶ δικαιοσύνην, καὶ οὐ διὰ τὰ ἡμέτερα κατορθώματα· ὡς γὰρ παρεδόθης τότε ὑπὲρ ἡμῶν ἅγιος, ἀναμάρτητος, καὶ νῦν ὁ αὐτὸς εἶ, Δέσποτα, οὐ γὰρ μετεβλήθη ἡ εὐσπλαγχνία τῆς θεότητός σου, ἣν ἔχεις κατὰ φύσιν, ἡμεῖς δὲ καὶ τότε ἀσεβεῖς καὶ πονηροί, καὶ νῦν ἁμαρτωλοὶ καὶ ἀσθενοῦντες. Τὸ χάρισμα οὖν, ὃ ἐχαρίσω διὰ τὴν εὐσπλαγχνίαν σου, μὴ ἀφέλῃς αὐτὸ ἀφ᾽ ἡμῶν· εἰ μὲν γὰρ τότε διὰ τὴν δικαιοσύνην ἡμῶν ἐλυτρώσω ἡμᾶς, νῦν δὲ ἐπειδὴ ἡμάρτομεν, διὰ τοῦτο ὀργίζῃ καὶ ἀφέλεις τὴν χεῖρά σου, εἰκότως εἴποιμεν, ἅγιος, ὅτι διὰ τὴν δικαιοσύνην ἡμῶν τότε ἐλυτρώσω ἡμᾶς, καὶ νῦν δὲ ὅτι ἡμάρτομεν, ἀπέστης ἀφ᾽ ἡμῶν· ἀλλὰ καθὼς προεῖπον, ἡμεῖς καὶ τότε ἀσεβεῖς καὶ νῦν ἁμαρτωλοί· τὸ οὖν δῶρον, ὃ ἐδωρήσω ἡμῖν διὰ τὴν σὴν φιλανθρωπίαν, ἕως τέλους βεβαιωθήτω εἰς ἡμᾶς.