Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος προτρεπτικός

Ἐφραίμ ὁ Σύρος

Βιβλικά πρότυπα, πνευματική τροφή και αποταγή του κόσμου

Προβολή βιβλικών παραδειγμάτων φιλοεργίας και ταπεινώσεως, έλεγχος της προσκόλλησης στον επίγειο πλούτο και ενθάρρυνση για την αναζήτηση της πνευματικής τροφής μέσω του θείου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Μισήσωμεν κενοδοξίαν καὶ ὀκνηρίαν καὶ τὴν ὀξυχολίαν, τὰ ἄκαρπα εἴδη. Κατανοεῖν δεῖ τὰς πολιτείας τῶν Ἁγίων καὶ μιμεῖσθαι αὐτῶν τὸν βίον. Νήψωμεν, μήποτε αἱ σπουδαῖαι γυναῖκες κατακρινοῦσιν ἡμᾶς. Κατάμαθε τὸ σπουδαῖον καὶ ταπεινὸν τῆς Ῥεβέκκας, καὶ θαυμάσεις ἐπὶ τῇ ἀρετῇ τῆς μακαρίας, πῶς ὑπεδέξατο τὸν ξένον. Γέγραπται γάρ· καταβᾶσα δὲ Ῥεβέκκα ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. Ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· πίε, κύριε.

Καὶ ἔσπευσε καὶ κατήνεγκε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα ἑαυτῆς καὶ ἐπότισεν αὐτόν, ἕως οὗ ἐπαύσατο πίνων. Καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι. Καὶ πρὸ πολλῶν γενεῶν τὴν εὐαγγελικὴν φωνὴν ἐπλήρου· ἔφη γὰρ ὁ Κύριος· ἐάν τις σε ἀγγαρεύσῃ μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο. Οὕτω καὶ αὕτη ἡ μακαρία τὴν χάριν ἐδιπλασίασεν, εἰποῦσα· πίε, κύριε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ εἰρηκυῖα, οὐκ ἔστη ἕως τούτου, ἀλλὰ καὶ ἔργῳ ἀπεπλήρου τὸν λόγον, κατὰ τὸ γεγραμμένον· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ᾽ ἐν δυνάμει. Πᾶσαν γάρ, φησίν, ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.

Καὶ ὅρα ἀρετὴν ψυχῆς· οὐδὲν ὀκνηρόν, οὐδὲν ὑπερήφανον, οὐδὲν ἀλαζονικόν· τὸν ξένον, κύριον ἐκάλει· τῷ ὁδοιπόρῳ ὡς γνησία θεραπαινὶς ὑπούργει. Οὕτω καὶ ὁ Ἰακὼβ πεποίηκεν, ἀποκυλίσας τὸν λίθον ἀπὸ τοῦ φρέατος καὶ ποτίσας τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. Ἀλλ᾽ ἴσως παρελθών τις λέξει· διὰ τὴν συγγένειαν τοῦτο πεποίηκεν. Ἐλεγχθήσεται δὲ ὁ τοιοῦτος ὑπὸ τῶν πράξεων Μωυσέως· λέγει γὰρ ἡ ἁγία Γραφή· ἀνεχώρησε δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραώ, καὶ ἐλθὼν εἰς γῆν Μαδιάμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος.

Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα Ἰοθὸρ τοῦ πατρὸς αὐτῶν· παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν. Μεγάλη ἡ χάρις ἡ λάμπουσα ἐν ταῖς ψυχαῖς τῶν ὁσίων σου, Κύριε· τὴν γὰρ μητέρα τῶν ἀρετῶν ἐνεδύσαντο, τὴν ἀνυπόκριτον ἀγάπην. Μετὰ πόνου οὖν καὶ σπουδῆς ἀγάπα ἀκροᾶσθαι τῶν θείων Γραφῶν τὰ διδάγματα. Τῆς τροφῆς τοῦ σώματος ἐπιμελούμεθα καθ᾽ ἑκάστην ἡμέραν, ἐν ἀρτύμασι ταύτην παραρτύοντες· τῆς δὲ τροφῆς τῆς ψυχῆς ἀμελοῦμεν. Καταφρονεῖν δεῖ μᾶλλον, φιλόχριστοι ἀδελφοί, τῆς βρώσεως τῆς σαρκός, ἵνα διατραφῇ ἡ ψυχὴ ἐν Πνεύματι Ἁγίῳ. Ἔσθιε καθ᾽ ἑκάστην ἄρτον, ὃν δίδωσιν ἡ σοφία τοῦ Θεοῦ καὶ πίνε ὕδωρ τὸ ἐκπορευόμενον ἐκ πέτρας πνευματικῆς, ἵνα ἀνδρυνθῇ σου ὁ νοῦς πρὸς τὸν τῆς γνώσεως φωτισμόν. Ἡ γὰρ ἀπόλαυσις τῶν αἰσθητῶν βρωμάτων, ἕως οὗ διαβῇ ὁ ψωμὸς τὸν φάρυγγα, καὶ εὐθέως πέπαυται αὐτῶν τὸ ἡδύ.

Τί δὲ ἐπαίρῃ, ὦ ἄνθρωπε, καὶ ἐν ἐσθῆτι λαμπρᾷ; Ὅταν γάρ τις περιβληθῇ ἐσθῆτα πολυτελῆ δι᾽ ὅλης τῆς ἡμέρας, καταλαβούσης τῆς νυκτὸς ταύτην ἀποδύεται, καὶ φαγὼν καὶ ἐμπλησθείς, πρὸς τὸν ὕπνον τρέπεται· καὶ πολλάκις ἕρπουσιν ἐπ᾽ αὐτὸν θηρία καὶ ἑρπετά, καὶ ἀνάκειται ῥέγχων ὡς νεκρὸς ἀναίσθητος.

Πρωΐας δὲ γενομένης, ἀνίσταται συντόμως, καὶ ἀμφιεσάμενος τὰ λαμπρὰ ἱμάτια, οἴεται ἐπαίρεσθαι ἐν τῇ ματαιότητι ὁ πρὸ ὀλίγου ἐν σκότει κατακείμενος καὶ μετ᾽ ὀλίγον εἰς τάφον καταλύων. Ἐὰν βούλῃ καυχᾶσθαι, ἐν Κυρίῳ ἔστω σου τὸ καύχημα. Εἰ δὲ καὶ πλοῦτον ἔχεις, θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανοῖς δι᾽ εὐποιΐας. Ἐὰν γὰρ ἀναβάλλῃ ἕως οὗ ἔλθῃ θάνατος, τῶν Ἀγγέλων ἐπειγόντων πολλάκις, καὶ οἷς οὐ βούλει καταλείψεις τὸν πλοῦτον.

Μὴ φοβηθῇς ἀρχὴν βαλεῖν ἀγαθῆς πολιτείας· ἐὰν γὰρ γεύσῃ μόνον τῆς γλυκύτητος τοῦ Ἁγίου Πνεύματος, φωτίζεταί σου ὁ νοῦς πρὸς τὴν τῶν ἀκαθάρτων μελέτην. Διὸ λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Μακάριος ὁ εὑρεθεὶς ἐν τῇ ὥρᾳ τοῦ θανάτου θυσία ἁγία εὐάρεστος τῷ Κυρίῳ, μετὰ χαρᾶς πολλῆς χωριζόμενος τοῦ σώματος καὶ τοῦ βίου τοῦ ματαίου· ὃν θεασάμεναι ἐν οὐρανοῖς αἱ στρατιαὶ τῶν Ἀγγέλων, ἐπαινέσουσιν ὡς σύνδουλον δόκιμον ἐν Κυρίῳ.