Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος προτρεπτικός

Ἐφραίμ ὁ Σύρος

Προσευχή μετανοίας και καταληκτήρια δοξολογία

Εκτενής προσωπική δέηση και εξομολόγηση για την άφεση των αμαρτιών και τη λύτρωση από την αιώνια καταδίκη, η οποία επισφραγίζεται με τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Πάλιν τολμῶ ἐν στόματι ἀκαθάρτῳ ἱκετεύειν σε τὸν ἅγιον καὶ ἄχραντον καὶ καθαρόν· καὶ ἐκ καρδίας πονηρᾶς καὶ μοιχευούσης καθ᾽ ἑκάστην στεναγμοὺς ἀναπέμπω πρὸς σὲ τὸν ἅγιον καὶ λυτρωτήν. Καθέλκομαι γὰρ καθ᾽ ἑκάστην ὑπὸ τοῦ Ἐχθροῦ εἰς μελέτην τῶν ἀκαθάρτων λογισμῶν, καὶ αἰσχύνομαι ἀναβλέψαι εἰς τὸν οὐρανόν· αἰσχύνη γὰρ καὶ ὄνειδος ἐγενήθη μοι ἀπὸ πλήθους τῶν ἀδικιῶν μου. Ἱκετεύω δὲ τὴν σὴν ἀγαθότητα, συμπάθησον ὡς εὔσπλαγχνος.

Ἐκδίωξον ἐκ τῆς ἐμῆς διανοίας τὸν δόλιον φθορέα καὶ ἀθώωσόν με πρὸ θανάτου τῆς μερίδος τῶν ἀσεβῶν. Μνήσθητί μου, Κύριε, ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν τοῦ δούλου σου. Μὴ καταδικασθείην μετὰ τῶν ὑπερηφάνων· μὴ ἀπορριφείην ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· μὴ γενηθείην μερὶς τῆς ἀπωλείας· μὴ καταποντισθείην εἰς βάθη ἀβύσσου· μὴ κατακλεισθείην ἐν τοῖς ταμιείοις τοῦ ᾅδου· μὴ ὑποστρώσωσιν ὑποκάτω μου σῆψιν, καὶ τὸ κατάλυμά μου μὴ ἔστω σκώληξ· μὴ συγκλεισθείην ἐν σκότει αἰωνίῳ ὑπὸ θεμελίων ὀρέων, δεδεμένος δεσμοῖς ἀϊδίοις· μὴ παραδοθείην ἀγγέλῳ ἀνηλεεῖ· μὴ κατακαυθείην ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Μνήσθητί μου, Κύριε, καὶ σῶσόν με, Ἅγιε, ὁ ἐν ἁγίοις ἀναπαυόμενος. Σὺ εἶπας, Κύριε, αἰτεῖτε καὶ δοθήσεται ὑμῖν.

Ἔλεος αἰτοῦμαι καὶ οἰκτιρμούς· παρέχεις γὰρ πλουσίως πᾶσι καὶ οὐκ ὀνειδίζεις, Δέσποτα Κύριε Παντοκράτορ· ἀγαθὸς γὰρ ὑπάρχεις καὶ φιλάνθρωπος. Δὸς χάριν ἡμῖν εὑρεῖν ἐνώπιον τῆς δόξης σου, Κύριε. Δοξασθήτω δὴ καὶ ἐν ἡμῖν τὸ ὄνομά σου, Κύριε. Δεξάσθωσαν ἡμᾶς, Κύριε, οἱ δίκαιοι μετ᾽ εὐφροσύνης εἰς τὰς αἰωνίους σκηνάς, ῥυσθέντας ἐκ χειρὸς τῶν ὑπερηφάνων. Τίς ἀκούων τὸ φρικῶδες ῥῆμα παρασιωπήσει τοῦ βοᾶν πρὸς σὲ καθ᾽ ἑκάστην ὥραν; Φησὶ γὰρ ἡ ἁγία Γραφή· εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;

Ἡμεῖς δὲ τοῖς οἰκτιρμοῖς σου πεποιθότες, ἐπιμένομεν δεόμενοι τοῦ ῥυσθῆναι τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ τοῦ φόβου τοῦ μέλλοντος. Πάλαι μὲν γὰρ ὁ Ἄγγελός σου, Κύριε, δραξάμενος τῆς κόμης τοῦ προφήτου Ἀββακούμ, ἐν στιγμῇ ὥρας ἔθετο ἐν Βαβυλῶνι, ἐπάνω τοῦ λάκκου τῶν λεόντων· καὶ πάλιν παραχρῆμα ἀποκατέστησεν ἐν τῇ γῇ τῇ ἰδίᾳ· ἡμᾶς δέ, Κύριε, ἡ χάρις σου ἀναλάβοι καὶ ἀφόβως διαβιβάσοι ἐκεῖνο τὸ χάος τὸ μέγα καὶ φοβερόν, ὃ ἐστήρικται ἀναμέσον δικαίων καὶ ἀδίκων, ὅπως ῥυσθέντες εἴπωμεν· δόξα τῷ Πατρί, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ τοῦ σκότους τοῦ ᾅδου καὶ θεμένῳ ἐν παραδείσῳ τρυφῆς· δόξα τῷ Υἱῷ, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ αἰωνίου σκώληκος, καὶ ἀξιώσαντι ἡμᾶς κληρονόμους γενέσθαι τῆς ἄνω Ἱερουσαλήμ· δόξα τῷ Ἁγίῳ Πνεύματι, τῷ ἡμᾶς ῥυσαμένῳ ἐκ φθορᾶς ἁμαρτιῶν καὶ αἰωνίου αἰσχύνης, καὶ στεφανώσαντι ἡμᾶς ἐν ἀγαλλιάσει ἐν φωτὶ ἀληθινῷ καὶ ὑπερβαλλούσῃ δόξῃ, εἰς τοὺς αἰῶνας. Ἀμήν.