Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος τούτου καὶ περὶ τῆς δευτέρας παρουσίας

Ἐφραίμ ὁ Σύρος

Τα σημεία της Δευτέρας Παρουσίας και η τελική κρίση

Περιγραφή της συντέλειας του κόσμου και της τελικής κρίσης. Αντιπαραβολή μεταξύ της μακαριότητας των δικαίων και της αιώνιας καταδίκης των αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Πρὸς ταῦτα ἀφορῶν, ὦ μοναχέ, ὑποφώνει σου τῇ καρδίᾳ ἅμα τῷ Ἁγίῳ, καὶ λέγε· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου. Μιμοῦ τὸν Δαυΐδ, καὶ μιᾷ λίθου βολῇ κατάρραξον τὸν πολέμιον. Ἑστήκασιν Ἄγγελοι θεωροὶ τοῦ βίου σου· θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Ἐάν σε ἴδωσι νικῶντα, χαίρουσιν ἐπὶ τῷ κατορθώματι· ἐὰν δὲ ἡττώμενον, ἀναχωροῦσι στυγνοί, οὐ γὰρ ὑποφέρουσι· γελῶσι δὲ ἐπὶ σὲ τὰ δαιμόνια. Σπάσαι οὖν ἀντὶ ῥομφαίας τὸν φόβον τοῦ Θεοῦ· ὁ γὰρ φόβος τοῦ Θεοῦ μάχαιρα δίστομος συγκόπτων πᾶσαν ἐπιθυμίαν πονηράν. Λάμβανε οὖν πάντοτε τὸν Θεὸν καὶ τὸν φόβον αὐτοῦ ἐν σεαυτῷ, μιμνῃσκόμενος τὴν ἡμέραν ἐκείνην, ὅτε οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσονται· ὅτε ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιός τε καὶ σελήνη σκοτισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ Θεοῦ ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν, καὶ αἱ δυνάμεις οὐρανῶν σαλευθήσονται· ὅτε Ἀγγέλων καταδρομαὶ καὶ αἱ φωναὶ τῶν σαλπίγγων ἐπερχομένων· πῦρ ἐνώπιον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακλύζειν τὴν οἰκουμένην· κύκλῳ γὰρ αὐτοῦ καταιγὶς σφόδρα, σεισμοὶ καὶ φόβοι καὶ κεραυνοί, οἷοι οὐδέποτε γεγόνασι, οὐδ᾽ οὐ μὴ γένωνται ἕως τῆς ἡμέρας ἐκείνης· ὥστε καὶ τὰς αὐτὰς δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι.

Οὐκοῦν ποταποὺς δεῖ εἶναι ἡμᾶς, ἀδελφοί μου; Ποῖος φόβος καὶ φρίκη ποία λήψεται ἡμᾶς; Κατανόησον τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτι οὐκ ἴσχυσαν τὸν γνόφον καὶ ζόφον καὶ τὴν φωνὴν τοῦ λαλοῦντος Θεοῦ ἐκ μέσου τοῦ πυρός, ἀλλ᾽ ἐσπούδασαν τοῦ μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐδὲ γὰρ ἔφερον κατὰ ἀλήθειαν τὸ διαστελλόμενον, καίπερ οὐ μετὰ θυμοῦ κατελθόντος, οὐδὲ μετ᾽ ὀργῆς λαλοῦντος πρὸς αὐτούς, ἀλλ᾽ ἐν παρακλήσει πληροφοροῦντος αὐτοὺς ὅτι αὐτὸς μετ᾽ αὐτῶν ἐστιν.

Ἄκουσον νῦν, ἀδελφέ μου· εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν βαστάσαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οἱ οὐρανοὶ πυρούμενοι ἐλύθησαν, οὔτε ἡ γῆ καὶ τὰ ἐν αὐτῇ κατεκάη, οὔτε οἱ σαλπίζοντες ἤχησαν, καθὼς μέλλει ἡ σάλπιγξ ἐκείνη βοᾶν καὶ ἐξυπνίζειν τοὺς ἀπ᾽ αἰῶνος κεκοιμημένους, οὔτε πῦρ κατακλύζον τὴν οἰκουμένην, οὔτε τις τῶν μελλόντων γίνεσθαι φόβων ἐγένετο, τί ποιήσομεν, ὅταν κατέλθῃ μετ᾽ ὀργῆς καὶ θυμοῦ ἀνυποστάτου καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ προσκαλέσηται τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ πάντων τῶν περάτων τῆς γῆς ἕως περάτων αὐτῆς, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ;

Οἴμοι! Ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅταν παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι, μέλλοντες εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα; Οἴμοι, οἴμοι! Ποῦ τότε ἡ περπερότης; Ποῦ τότε ἡ ἀνδρεία τῆς σαρκός; Ποῦ δὲ τὸ κάλλος τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡδυφωνία τῶν ἀνθρώπων; Ποῦ τότε ἡ παρρησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος; Ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; Ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας, ἡ ὡς ἀληθῶς ἀκάθαρτος; Ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀρρένων ἡδονὴν ἡγούμενοι; Ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀμελείᾳ ζώντων;

Ποῦ τότε ἡ τρυφὴ καὶ σπατάλη; Πάντα παρῆλθε, καὶ ὡς χαῦνος ἀὴρ διελύθησαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτημοσύνη, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία; Ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία, ἡ πάντας βδελυσσομένη καὶ ἑαυτὴν λογιζομένη εἶναί τι; Ποῦ τότε ἡ κενὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ ἡ δόξα;

Ποῦ τότε ἡ δυναστεία καὶ ἡ τυραννίς; Ποῦ ἄρχων; Ποῦ ἡγούμενος; Ποῦ οἱ ἐπ᾽ ἐξουσιῶν· οἱ γαυριώμενοι ἐπὶ πλήθει πλούτου καὶ τοῦ Θεοῦ καταφρονοῦντες; Τότε ἰδόντες, οὕτως ἐθαύμασαν καὶ ὁ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης· ἐν πνεύματι βιαίῳ συντριβήσονται. Ποῦ δὲ τότε ἡ σοφία τῶν σοφῶν; Ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαί, οὐαὶ αὐτοῖς! Ἐταράχθησαν, ἐσαλεύθησαν, ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ τότε σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ματαίου; Οἴχεται πᾶσα σοφία, ἀδελφέ μου.

Ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας λόγον ὧν ἐπράξαμεν μεγάλων ἢ μικρῶν· ἕως γὰρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν τῷ δικαίῳ Κριτῇ. Ποταποὺς δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἵνα εὕρωμεν χάριν ἐνώπιον αὐτοῦ;

Ποία δὲ διαδέξεται ἡμᾶς χαρὰ ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως; Ποταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς πάντες οἱ Ἅγιοι ἐκεῖ; Ἀσπάζεταί σε Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, Μωυσῆς, Νῶε, Ἰώβ, Δαυῒδ καὶ οἱ ἅγιοι Προφῆται καὶ Ἀπόστολοι καὶ Μάρτυρες καὶ [οἱ] πάντες οἱ Ἅγιοι καὶ Δίκαιοι, οἱ ἐν τῷ βίῳ τῷ Θεῷ εὐαρεστήσαντες· καὶ ὅσους ἤθελες ἄρτι θεάσασθαι, αὐτοὶ ἐκεῖ ἔρχονται πρὸς σέ, καὶ περιπτυσσόμενοί σε ἀσπάζονταί σε, ἀγαλλόμενοι ἐπὶ τῇ σῇ σωτηρίᾳ. Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; Ποταπὴν χαρὰν ἔχειν ἀνεκλάλητον, ὅταν εἴπῃ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν, μεθ᾽ ἱλαρότητος λέγων· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τότε, ἀδελφέ μου, λήψῃ τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, καὶ λοιπὸν συμβασιλεύσεις αὐτῷ.

Τότε κληρονομήσεις τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τότε λοιπὸν ἀμέριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν. Ἀναλόγισαι, ἀδελφέ μου, οἷον ὑπάρχει τὸ βασιλεῦσαι ἐν οὐρανοῖς, καθὼς προείπομεν· δέξῃ γὰρ τὸ διάδημα ἐκ χειρὸς Κυρίου, καὶ βασιλεύσεις τοῦ λοιποῦ σὺν Χριστῷ. Ἀναλόγισαι, ἀδελφέ μου, οἷόν ἐστι τοῦ Θεοῦ τὸ πρόσωπον βλέπειν διαπαντός. Οἷόν ἐστιν ἔχειν αὐτὸν φωστῆρα· τότε γὰρ οὐκέτι ἔσται σοι ἥλιος εἰς φῶς ἡμέρας, καθὼς Ἠσαΐας φησίν, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾽ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.

Ἰδού, ἀδελφέ μου, ἤκουσας οἵα χαρὰ ἀπόκειται τοῖς φοβουμένοις τὸν Κύριον, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ. Ἀναλόγισαι δὲ μετὰ ταῦτα καὶ τὴν τῶν ἁμαρτωλῶν ἀπώλειαν, ὅταν εἰσάγωνται εἰς τὸ βῆμα τὸ φοβερόν· οἵα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου Κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας· οἵα ἐντροπὴ λήψεται αὐτοὺς ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ Βασιλέως· οἷον σκότος ἐπιπέσει ἐπ᾽ αὐτούς, ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς, λέγων· πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Οἴμοι, οἴμοι!

Οἵαν θλῖψιν καὶ στενοχωρίαν ἕξει τὸ πνεῦμα αὐτῶν, ὅταν γένηται κραυγὴ πάντων λεγόντων· ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην· πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Οἴμοι, οἷον μέλος ἀλαλάξουσι κοπτόμενοι καὶ θρηνοῦντες, ἀπαγόμενοι κολάζεσθαι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἷός ἐστιν ὁ τόπος, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ὁ καλούμενος τάρταρος, ὃν καὶ αὐτὸς ὁ Σατανᾶς φρίσσει! Οἴμοι, οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! Οἴμοι, οἷον δεινόν ἐστι τὸ σκότος ἐκεῖνο τὸ αἰώνιον καὶ ἐξώτερον, τὸ ἀεὶ μένον! Οἴμοι, οἷοί εἰσιν ἐπὶ τῶν κολάσεων Ἄγγελοι ἄσπλαγχνοι καὶ ἀνελεήμονες! Ὀνειδίζουσι γὰρ καὶ ἐπιπλήττουσι δεινῶς.

Τότε οἱ κολαζόμενοι κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν. Τότε γνώσονται ὅτι μάταια αὐτοῖς ἀπέβη τὰ τοῦ βίου, καὶ ἃ ἐδόκουν ἐνταῦθα ἡδέα εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν. Ποῦ τότε ἡ ψευδώνυμος ἡδονὴ τῆς ἁμαρτίας; Ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰ μὴ τὸ φοβεῖσθαι τὸν Κύριον. Ἀληθῶς τοῦτο ἡδονή ἐστιν. Ἀληθῶς ὡς ἐκ στέατος καὶ πιότητος ἐμπιπλᾷ τὴν ψυχήν. Τότε καταγνώσουσιν ἑαυτῶν καὶ τῶν ἔργων αὐτῶν, ὧν ἔπραξαν.

Τότε ὁμολογήσουσι λέγοντες ὅτι δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἠκούσαμεν γὰρ ταῦτα, καὶ οὐκ ἠθελήσαμεν ἐπιστρέψαι ἀπὸ τῶν πονηρῶν ἡμῶν πράξεων. Καὶ τότε οὐδὲν ἀνύσουσι ταῦτα λέγοντες. Οἴμοι τῷ ἐν ἁμαρτίαις ἀνηκέστοις συλληφθέντι! Ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἥμαρτον, καὶ κάμπτομαι ἐξ αὐτῶν, ὡσεὶ ἀπὸ πολλῶν δεσμῶν σιδήρου.