Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος τούτου καὶ περὶ τῆς δευτέρας παρουσίας

Ἐφραίμ ὁ Σύρος

Προσευχή μετανοίας και επίκληση του θείου ελέους

Προσωπική ικεσία προς τον Θεό για την άφεση των αμαρτιών και την ενίσχυση στην τήρηση των εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Οὐ γάρ ἐστί μοι παρρησία ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ. Πρὸς τίνα οὖν καταφύγω, εἰ μὴ πρὸς σέ, φιλάνθρωπε; Ἐλέησον ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ εὐσπλαγχνίαν. Σὲ παρώργισα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀμνησικακίαν. Σὲ ἠθέτησα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου φιλανθρωπίαν, καὶ δεόμενος βοῶ· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου διὰ τὸ ὄνομά σου μόνον. Οὐδὲν ἔχω προσενεγκεῖν σοι, οὐ πρᾶξιν ἀγαθήν, οὐ καρδίαν καθαράν, ἀλλὰ θαρρῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιρρίπτω ἐμαυτόν, ὅπως ἄξῃς με εἰς κατάνυξιν καὶ ἐπίμονον ἐργασίαν τῶν ἐντολῶν σου, ἵνα μὴ καταπίπτω πάλιν εὐκόλως εἰς ἁμαρτίαν, ἀλλ᾽ ἀπὸ τοῦ νῦν λατρεῦσαί σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.