Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος τούτου καὶ περὶ τῆς δευτέρας παρουσίας

Ἐφραίμ ὁ Σύρος

Τελική προτροπή προς τους μοναχούς και δοξολογία

Καταληκτήρια έκκληση προς τους μοναχούς για πνευματική εγρήγορση, η οποία ολοκληρώνεται με τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί μου πνευματικοὶ καὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν καθ᾽ ἑκάστην ἡμέραν τὴν τούτων μνείαν ποιεῖσθαι, λέγω δὴ τῆς πίστεως, τῆς ἀγάπης, τῆς ἐλπίδος, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ταῖς εὐχαῖς [τοῦ Θεοῦ], ταῖς μελέταις τῶν θείων Γραφῶν, τῇ ἡσυχίᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς. Ταῦτα γὰρ ἡμῖν παρόντα καὶ πλεονάζοντα οὐκ ἀργούς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν.

Μοναχὸς γάρ, ὃς οὐ κέκτηται ταῦτα, ἀλλὰ ἀμελεῖ τῆς ἑαυτοῦ σωτηρίας, τυφλός ἐστι μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων, καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Εἰ γὰρ ἀποφυγόντες, φησί, τὰ μιάσματα τοῦ βορβόρου, ἤγουν τοῦ κόσμου, ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τούτοις πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖσσον γὰρ αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι.

Οὐκοῦν, ἀγαπητοί, πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται μοναχοί, ἀναλάβωμεν τὴν πανοπλίαν τῶν προειρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καθ᾽ ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι, ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν καλὸν ἀγῶνα καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, ἵνα ῥυσθῶμεν ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας καὶ ἵνα εὕρωμεν ἔλεος καὶ χάριν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐνώπιον τοῦ δικαίου Κριτοῦ τοῦ ἀποδιδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾯ πρέπει πᾶσα δόξα, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.