Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς
Το αόρατο μαρτύριο και η μίμηση του πάθους του Χριστού
Ο πνευματικός πόλεμος της ψυχής απέναντι στις επιθέσεις του Πονηρού, η παραλληλία των θλίψεων με το μαρτύριο και η προτροπή για την άρση του σταυρού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το αόρατο μαρτύριο και η μίμηση του πάθους του Χριστού
Ο πνευματικός πόλεμος της ψυχής απέναντι στις επιθέσεις του Πονηρού, η παραλληλία των θλίψεων με το μαρτύριο και η προτροπή για την άρση του σταυρού.
Ὥσπερ γὰρ οἱ ἅγιοι μάρτυρες εἰς τὸ φαινόμενον πολλὰς βασάνους ὑπέμειναν, καὶ ἕως θανάτου ἐλθόντες τὴν εἰς τὸν Κύριον ἐλπίδα, ἔμειναν εἰς τὴν καλὴν ὁμολογίαν καὶ οὕτως δόκιμοι ἀποδειχθέντες τοὺς στεφάνους τῆς δικαιοσύνης λαβεῖν κατηξιώθησαν. Οἱ δὲ πλείονας καὶ χαλεπωτέρας βασάνους ὑπενεγκόντες, πλείονα δόξαν καὶ παρρησίαν ἐκτήσαντο πρὸς τὸν Θεόν· ὅσοι δὲ ἠπίστησαν, τὰς θλίψεις καὶ μάστιγας δεδοικότες, μὴ ἐμμείναντες τῇ καλῇ ὁμολογίᾳ εἰς τέλος, ἀπαρρησίαστοι καὶ κατῃσχυμμένοι καὶ ἐνταῦθα καὶ ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται. Τὸν αὐτὸν τρόπον καὶ ψυχαὶ εἰς θλίψεις παραδιδόμεναι, ἵνα δοκιμασθῶσιν ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἀοράτως καὶ διαφόρως βασανιζόμεναι, ἤτοι κρυπτῶς ἔνδοθεν πόνοις θλίψεων ἢ λογισμοῖς πονηροῖς, ἤτοι δὲ καὶ φανερῶς διὰ σωματικῶν παθῶν, ὑπομείνασαι γενναίως καὶ τῆς ἐλπίδος κρατήσασαι καὶ τὴν μισθαποδοσίαν τοῦ Κυρίου ἀπεκδεχόμεναι, τῶν στεφάνων τῆς δικαιοσύνης καταξιοῦνται, τὴν αὐτὴν ἀπολύτρωσιν ἔνδοθεν ἐχόμεναι καὶ τὴν αὐτὴν παρρησίαν τῶν μαρτύρων ἐπὶ Θεῷ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκουσαι. Τὸ γὰρ αὐτὸ μαρτύριον τῶν θλίψεων, ὅπερ ἐκεῖνοι διὰ τοῦ σταυροῦ, οὗτοι δὲ διὰ τῶν πνευμάτων τῆς πονηρίας τῶν ἐν ἐκείνοις ἐνεργησάντων, καὶ ὅσῳ πλείονας θλίψεις καὶ ἐπαναστάσεις τοῦ Πονηροῦ ὑπομένουσι, καὶ τὴν ἐλπίδα εἰς τέλος κρατοῦσι, τοσούτῳ πλείονα δόξαν ἐπὶ Θεῷ πορίζονται.
Καὶ ἐντεῦθεν λυτρωθήσονται κατὰ τὴν ἐλπίδα τῆς προσδοκίας αὐτῶν καὶ τῆς παρακλήσεως τοῦ Πνεύματος ἀξιοῦνται, καὶ ἐκεῖθεν αἰωνίων ἀγαθῶν καὶ τῆς βασιλείας κληρονόμοι γενήσονται. Ὅσαι δὲ ὑποσταλῶσι δειλίᾳ καὶ φόβῳ, τὰς θλίψεις μὴ ὑπομείνασαι, ἀλλ᾽ εἰς ὀλιγωρίαν καὶ ἀνυπομονησίαν καὶ ἀπελπισμὸν ἔλθωσι, καὶ ἀποστραφῶσι τῆς δικαίας ὁδοῦ καὶ τὸ ἔλεος τοῦ Κυρίου εἰς τέλος μὴ ἐκδέχονται, αἱ τοιαῦται ψυχαί, ὡς ἄδικοι εὑρεθεῖσαι, τῆς αἰωνίου ζωῆς τυχεῖν πῶς δυνήσονται; Ἕως θανάτου γὰρ πᾶσα ψυχὴ χρεωστεῖ, διὰ τὸν Κύριον τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα, μακροθυμεῖν καὶ ὑπομένειν εἰς τέλος, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κρατῆσαι, καὶ οὕτως τῆς αἰωνίου σωτηρίας καταξιωθῆναι.
Ὅσοι γὰρ βούλονται τελείως ἐξειλῆσαι τῆς αἰωνίου γεέννης τῆς τιμωρούσης τοὺς ἁμαρτωλοὺς καὶ τῆς αἰωνίου βασιλείας ἐπιτυχεῖν, τὰς θλίψεις τῆς γεέννης ἐντεῦθεν διὰ τῶν πειρασμῶν, τῶν ὑπὸ τοῦ Πονηροῦ ἐπαγομένων, παθοῦσιν ἀεί· καὶ ἐὰν ὑπομείνωσιν ἕως τέλους, τὸ ἔλεος Κυρίου ἀπεκδεχόμενοι ἐν πίστει, καὶ τῶν πειρασμῶν καὶ τῶν θλίψεων διὰ τῆς χάριτος λυτροῦνται καὶ τῆς κοινωνίας τοῦ Ἁγίου Πνεύματος ἔνδοθεν καταξιοῦνται, καὶ τῆς αἰωνίου γεέννης ἐκεῖθεν ἐξειλοῦσι, καὶ τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου κληρονομοῦσι. Τοιαύτην γὰρ ὁδὸν ὁ Κύριος ἔθετο, τὴν εἰς τὴν ζωὴν ἀποφέρουσαν, στενὴν καὶ τεθλιμμένην, ὡς γέγραπται. Διὰ τοῦτο καὶ ὀλίγοι εἰσὶν οἱ διοδεύοντες αὐτήν.
Τοιαύτης τοίνυν ἐλπίδος ἡμῖν προκειμένης, καὶ τῶν τοιούτων ἐπαγγελιῶν ἡμῖν ἐπαγγελθεισῶν ὑπὸ τοῦ ἀψευδοῦς Θεοῦ, πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ γενναίως ὑπομείνωμεν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Ὅσας γὰρ θλίψεις διὰ τὸν Κύριον ὑπομείνωμεν, τί ἀντάξιον ᾖ πρὸς τὴν μέλλουσαν ἐπηγγελμένην ἡμῖν αἰωνίαν ζωήν, ἢ πρὸς τὴν ἄνωθεν γινομένην ἐν ταῖς ὑπομενούσαις ψυχαῖς τοῦ Ἁγίου Πνεύματος παράκλησιν, ἢ πρὸς τὴν ἀπολύτρωσιν τοῦ σκότους τῆς κακίας καὶ πρὸς τὰ ὀφειλήματα τοῦ πλήθους τῶν ἁμαρτιῶν ἡμῶν, καθὰ εἴρηται· κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ πάλιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Γενώμεθα ὡς γενναῖοι στρατιῶται, ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν τῷ κόσμῳ ἦμεν, ὅτε ἐν βιωτικοῖς ἀνεστρεφόμεθα πράγμασι, τοιαῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας ὑφιστάμεθα θλίψεις· ἀλλὰ νῦν ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, τοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καὶ θλίψεις τοῦ Πονηροῦ καθ᾽ ἡμῶν ἐγείρονται.
Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν, φθονοῦντος ἡμῖν τοῦ Πονηροῦ καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, καὶ εἰς χαύνωσιν ἢ ὀλιγωρίαν ἄγειν, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν; Ὅσον τοίνυν ὁ Πονηρὸς καθ᾽ ἡμῶν ἐπεγείρεται, ἡμεῖς ἂν εὕρωμεν ἐν ὑπομονῇ ἀνδρείαν, καὶ γενναῖοι καὶ πρόθυμοι καὶ ἑτοίμως ἔχοντες ἕως θανάτου, εὐχόμενοι ὑπομένειν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, πᾶσαι αὐτοῦ αἱ μεθοδεῖαι λύονται. Ἔχομεν γὰρ τὸν ὑπερασπιστὴν ἡμῶν καὶ ὑπέρμαχον Χριστόν, ὃς καὶ ἡμῖν θλιβομένοις καὶ ἐλπίζουσιν ἐπ᾽ αὐτὸν ὑπομονὴν δίδωσι, καὶ ἐκείνους καταισχύνει, ἡμῶν τὰ νικητήρια τῶν πόνων, τουτέστι τὴν βασιλείαν, διὰ τοῦ Κυρίου κομιζομένων.
Γενώμεθα ὡς ἄκμονες, τυπτόμενοι καὶ μὴ ἐκδιδόντες, μηδὲ τύπους χαυνώσεως ἢ ὀλιγωρίας καὶ ἀκηδίας διὰ τῶν μαστίγων καὶ πειρασμῶν ἐν αὑτοῖς δεχόμενοι. Δερόμενοι νικήσωμεν τὸν ἀντίπαλον διὰ τῆς ὑπομονῆς. Καὶ γὰρ ὁ Κύριος ἡμῶν οὕτως τὸν ἀγῶνα τοῦτον διώδευσε, μαστιζόμενος, ὀνειδιζόμενος, διωκόμενος, ἐμπαιζόμενος, ἐμπτυόμενος· ἐσχάτῳ καὶ ἀτίμῳ θανάτῳ σταυροῦ ὑπὸ ἀνόμων τετιμώρηται, καὶ πάντα ὑπήνεγκε διὰ τὴν ἡμετέραν σωτηρίαν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ζωῆς· ἵνα δι᾽ ἧς ὁδοῦ θλίψεως καὶ πειρασμοῦ καὶ θανάτου αὐτὸς διώδευσε, τῇ αὐτῇ ὁδῷ ὁδεύωσιν οἱ εἰς αὐτὸν ἐν ἀληθείᾳ πιστεύοντες καὶ συγκληρονόμοι αὐτοῦ βουλόμενοι γενέσθαι.
Ἵνα ὥσπερ αὐτὸς διὰ πολλῶν παθῶν ἔσχατον ἀποθανὼν ἐπὶ σταυροῦ ἐνίκησε σταυρωθείς· καὶ ἀποθανὼν ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρκός, καθαιρήσας τὰς ἀντικειμένας δυνάμεις, καθὼς εἴρηται· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ, ἐδειγμάτισε θριαμβεύσας αὐτὰς ἐν αὐτῷ, οὕτω καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ γενναίως καὶ προθύμως, ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τὸν ἀντικείμενον διὰ τῆς πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτω δόκιμοι εὑρεθέντες, καὶ ἐντεῦθεν τῆς αὐτοῦ ἀπολυτρώσεως καταξιούμεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ Πνεύματος πληρούμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα· εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες καὶ θανατούμενοι διὰ τὸν Κύριον προθύμως, νικήσωμεν τὸν ἀντικείμενον.
Διὸ πᾶσαν θλῖψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθε, ἀλλ᾽ εὐκαίρους, καὶ ὑπομένειν πᾶσαν τοῦ Ἐχθροῦ ἐπανάστασιν, τὸν ἐπὶ τοῦ Κυρίου θάνατον ἐν ἐπιθυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ᾽ ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος.
Ἀκολουθήσωμεν αὐτῷ ὀπίσω, καὶ οὕτως εὐκαίρως ὑπομένειν μὲν πᾶσαν θλῖψιν, ἤτοι κρυπτὴν ἤτοι φανεράν. Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν ἔχομεν πάντοτε ἐπιποθοῦντες, πόσῳ μᾶλλον οἵας ἂν θλίψεις βαρείας εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομείνωμεν.
Διὰ τοῦτο γὰρ βαρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν ἐπὶ τοῦ Κυρίου θάνατον πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν, καὶ ἐν αὐτῷ ἡ διάνοια πάντοτε οὐκ ἐπιποθεῖ. Ὁ γὰρ Χριστὸν ἐπιθυμῶν κληρονομῆσαι, καὶ τὰ αὐτοῦ παθεῖν ἀκολούθως ἐπιθυμείτω· ὥστε οἱ Χριστὸν ἀγαπῶντες, ἐν τούτῳ φαίνονται· ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς, γενναίως καὶ προθύμως ὑπομείνωσι διὰ τὴν εἰς Χριστὸν ἐλπίδα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.