Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Η αναγκαιότητα της υπομονής και η οδός των αγίων

Η γενναία υπομονή των θλίψεων, η αποφυγή της ακηδίας και η μίμηση των αγίων ως απόδειξη της αληθούς πίστεως στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ ὑπομονῆς Ὁ βουλόμενος Θεῷ εὐαρεστῆσαι καὶ κληρονόμος Θεοῦ διὰ πίστεως γενέσθαι, ἵνα καὶ αὐτὸς υἱὸς Θεοῦ προσαγορευθῇ, γεννηθεὶς ἐκ Πνεύματος Ἁγίου, πρὸ πάντων τῆς μακροθυμίας καὶ τῆς ὑπομονῆς δραξάμενος, ὀφείλει τὰς ἀπαντώσας θλίψεις, στενοχωρίας τε καὶ ἀνάγκας γενναίως ὑποφέρειν, ἤτοι σωματικὰς νόσους καὶ πάθη, ἤτοι ὀνειδισμοὺς καὶ ὕβρεις ὑπὸ ἀνθρώπων, ἤτοι ἀοράτους θλίψεις διαφόρους, τὰς ἐπαγομένας τῇ ψυχῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων πρὸς τὸ ἐμποδίσαι αὐτὴν εἰς τὴν ζωὴν εἰσελθεῖν, εἰς χαύνωσιν καὶ ὀλιγωρίαν καὶ ἀνυπομονησίαν ἀπαγαγεῖν βουλομένων· κατ᾽ οἰκονομίαν τοῦ Θεοῦ, συγχωροῦντος ἑκάστῃ ψυχῇ δοκιμασθῆναι ἐν διαφόροις θλίψεσιν, ἵνα φανερωθῶσιν οἱ ἐξ ὅλης ψυχῆς ἀγαπῶντες τὸν Θεόν, εἰ πάντα τὰ ἐπιφερόμενα ὑπὸ τοῦ Πονηροῦ γενναίως ὑποφέρουσι καὶ τῆς ἐλπίδος τοῦ Θεοῦ οὐκ ἀφίστανται, ἀλλὰ πάντοτε τὴν λύτρωσιν διὰ τῆς χάριτος ἐν πίστει καὶ ὑπομονῇ πολλῇ ἐκδεχόμενοι· διὸ καὶ ἐξελθεῖν δυνήσονται πάντα πειρασμόν, καὶ οὕτως τῆς ἐπαγγελίας τυχόντες, ἄξιοι τῆς βασιλείας καθίστανται.

Ὀφείλει οὖν ψυχή, ἐν τῷ λόγῳ τοῦ Κυρίου κατακολουθοῦσα, τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν αἴρειν, ὡς γέγραπται· τουτέστιν, ἑτοίμως ἔχουσα ὑπομένειν διὰ Χριστὸν πᾶσαν θλῖψιν καὶ πειρασμόν, ἤτοι φανερὸν ἤτοι κρυπτόν, καὶ εἰς τὸν Κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε, ὅτι ἐν ἐξουσίᾳ αὐτοῦ ἐστιν καὶ τὸ θλιβῆναι τὴν ψυχήν, παραχωρουμένην ὑπ᾽ αὐτοῦ, καὶ τὸ λυτρωθῆναι παντὸς πειρασμοῦ καὶ θλίψεως δι᾽ αὐτοῦ. Εἰ δὲ μὴ ἀνδρίζεται καὶ γενναίως φέρει, ὑπομένουσα πάντα πειρασμὸν καὶ θλῖψιν, ἀλλὰ λυπεῖται καὶ ἀκηδιᾷ καὶ ἄχθεται καὶ στενοχωρεῖται καὶ ὀλιγωρεῖ τοῦ ἀγῶνος, ἢ καὶ ἀπελπίζει, ὡς μηκέτι λυτρουμένη, ὅπερ καὶ τοῦτο αὐτῆς τῆς κακίας ἐστὶ τέχνη, εἰς ἀκηδίαν καὶ ὀλιγωρίαν τὴν ψυχὴν ἐμβάλλουσα· καὶ τῆς ἐλπίδος ἐγκρατὴς μὴ γενομένη, ἀπεκδεχομένη τὸ ἔλεος τοῦ Κυρίου ἐν πίστει ἀδιστάκτῳ, τῆς ζωῆς ἡ τοιαύτη οὐ γίνεται, ἐπειδὴ ἀκόλουθος πάντων τῶν ἁγίων οὐ γέγονεν, οὔτε τοῖς ἴχνεσι τοῦ Κυρίου περιεπάτησεν.

Κατανόησον καὶ ἴδε, πῶς ἐξ ἀρχῆς οἱ πατέρες καὶ πατριάρχαι καὶ προφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες δι᾽ αὐτῆς ὁδοῦ τῶν θλίψεων καὶ τῶν πειρασμῶν διελθόντες, οὕτως ἐγενήθησαν εὐαρεστῆσαι Θεῷ, ὑπομείναντες πάντα πειρασμὸν καὶ θλῖψιν γενναίως, καὶ ἐν ταῖς στενοχωρίαις ἥδοντο, διὰ τὴν προσδοκωμένην τῆς μισθαποδοσίας ἐλπίδα, ὡς ἡ Γραφή φησι· τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει. Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. Καὶ ἀλλαχοῦ πάλιν· τὰ ἐπιφερόμενά σοι πάντα, ὡς ἀγαθὰ πρόσδεξαι· εἰδὼς ὅτι ἄνευ Θεοῦ οὐδὲν γίνεται. Καὶ ὁ Κύριος λέγει· μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολλὸς ἐν τοῖς οὐρανοῖς. Καὶ τό· μακάριοι οἱ δεδιωγμένοι ἕνεκα δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Δεδιωγμένοι δέ, ἤτοι φανερῶς ὑπὸ τῶν ἀνθρώπων, ἤτοι κρυπτῶς ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας· ἀνταγωνίζονται γὰρ πρὸς τὴν τὸν Θεὸν ἀγαπῶσαν ψυχὴν καὶ εἰς θλίψεις διαφόρους ἐμβάλλουσι, πρὸς τὸς ἐμποδίσαι αὐτὴν εἰσελθεῖν εἰς τὴν ζωήν· ἅμα δὲ ἵνα καὶ δοκιμασθῶσιν, εἰ κατὰ ἀλήθειαν ἀγαπῶσι τὸν Θεόν, ἐν τῷ ὑπομένειν πᾶσαν θλῖψιν καὶ τῆς ἐλπίδος εἰς τέλος κρατῆσαι καὶ τὴν λύτρωσιν ἐπιδείξασθαι ἐκδεχόμεναι. Ἢ πάλιν καὶ ἀκηδιῶσα ἢ ὀλιγωροῦσα καὶ τῆς ἐλπίδος ἐλαττουμένη ἀποδειχθήσεται, μὴ ἀγαπῶσα τὸν Θεὸν ἐξ ἀληθείας. Αἱ δὲ διάφοροι θλίψεις καὶ πειρασμοὶ ἀποδεικνύουσι τὰς ἀξίας οὔσας καὶ ἀναξίους ψυχάς· τὰς ἐχούσας πίστιν, ἐλπίδα καὶ ὑπομονήν, καὶ τὰς μὴ ἐχούσας· ἵνα ἐν πᾶσιν ἀποδειχθήσονται δόκιμοι καὶ πισταὶ καὶ ἄξιαι ψυχαί, ἕως τέλους ὑπομένουσαι καὶ τῆς ἐλπίδος τῆς πίστεως κρατήσασαι, καὶ οὕτως τὴν ἀπολύτρωσιν δεξάμεναι διὰ τῆς χάριτος, δικαίως τῆς βασιλείας κληρονόμοι γενήσονται.