Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Πνευματική αύξηση, θεία χάρις και το τέλειο θέλημα του Θεού

Η αναγκαιότητα της πνευματικής προκοπής μετά το βάπτισμα, η συνέργεια της αυτεξούσιας προαιρέσεως με το Άγιο Πνεύμα και ο αγιασμός της καρδιάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 9

Αὐτὸν ἀρραβῶνα τῆς χάριτος τῆς ἀρρήτου εὐεργεσίας διὰ τοῦ ἁγίου τῆς τρισμακαρίας ἐπωνυμίας βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα εἰς αὔξησιν τῆς τελείας κληρονομίας καὶ εἰς πολυπλασιασμὸν τοῦ ταλάντου, τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες· τὸ γὰρ θεῖον καὶ παράκλητον Πνεῦμα δοθὲν τοῖς Ἀποστόλοις, καὶ δι᾽ αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διακονηθέν, ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατ᾽ ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι.

Εἰς πολυπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηται. Ὥσπερ τὸ γεννηθὲν ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ᾽ ὁσημέραι τὴν αὔξησιν λαμβάνει, ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ Πνεύματος οὐκ εἰς νηπιώδη τῆς νοητῆς ἡλικίας ἐξανίστασθαι ὀφείλει, ἀλλ᾽ ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενος διὰ τὴν πρὸς τὸν νοητὸν ἀνταγωνιστὴν πάλην, προκόπτειν καὶ αὔξειν δέοι εἰς τὴν τῆς νοητῆς ἡλικίας συμπλήρωσιν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστι Χριστός.

Καὶ πάλιν ἀλλαχοῦ ὁ αὐτὸς λέγει· μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· εἰς τὸ τέλειον θέλημα τοῦ Θεοῦ φθάνειν φάσκων τοὺς εἰς μέτρον τέλειον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ Πνεύματος ἐλθόντας.

Ἀλλ᾽ ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει· οὕτω τῆς τοῦ Θεοῦ προνοίας, ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος, διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. Ἐπὶ δὲ τῆς ἄνωθεν πνευματικῆς γεννήσεως, οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Καὶ πάλιν· βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Καί, ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καί, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Καὶ ὁ Ἀπόστολος· δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, καί, οὕτω, φησί, τρέχετε, ἵνα καταλάβητε. Καὶ πάλιν· ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ, καὶ τὰ ἑξῆς. Οὕτω δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ.

Καθ᾽ ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς πᾶσαν τὴν τῶν ἀγαθῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ Ἁγίου Πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται· χάριτι μὲν καὶ δωρεᾷ τὴν σωτηρίαν ποριζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ μέτρον δεχόμενος, ἵνα ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς αὐτοῦ ἀνθρώπου συνεργείας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ ἰσχύος ἄνευ τῆς συνεργείας καὶ βοηθείας τοῦ Πνεύματος εἰς τὸ τέλειον τοῦ Θεοῦ θέλημα καὶ τὸ τῆς καθαρότητος μέτρον φθάσαι δυνάμενος· ἐὰν μὴ γὰρ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, καὶ κοπιᾷ ὁ οἰκοδομῶν. Καὶ πάλιν· οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι πολεμούντων αὐτῶν, ἀλλ᾽ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου· τὴν τοῦ Θεοῦ δύναμιν συνεργοῦσαν τῷ ἰδίῳ αὐτῶν ἀγῶνι δηλῶν, ἅμα καὶ τὴν οἴησιν ἐκκόπτων τῶν δι᾽ ὀλίγας ἀρετὰς ἐφ᾽ ἑαυτοῖς πεποιθότων· πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος θείας τὴν σωτηρίαν γίνεσθαι τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ Προφήτης.

Τί τοίνυν ἐστὶ τὸ τέλειον θέλημα τοῦ Θεοῦ, εἰς ὃ προτρέπεται καὶ παρακαλεῖ ὁ Ἀπόστολος σπεύδειν ἕκαστον φθάσαι; Ἢ ἄρα περὶ ὦν ὁ Κύριος ἔλεγε μακαρίζων αὐτούς· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται;

Καὶ πάλιν ἐντέλλεται· γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων ἐπαγγέλλεται, ὅπερ ἐστὶν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἀκροτάτης ἀρετῆς ἀνάληψιν, ὅπερ ἐστὶν ὁ καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ Πνεύματος, ἐν πληροφορίᾳ γινόμενος τῇ μετὰ πίστεως καὶ ἀγάπης ἀποδιδούσῃ Θεῷ ὅλην ἐξ ὅλου ἑαυτὴν ψυχῇ. Καθὼς καὶ διὰ τοῦ Δαυῒδ τὸν τέλειον τῆς ἀληθείας κόπον ὑποδεικνύον τὸ Πνεῦμα καὶ διδάσκον τοῦτον παρὰ Θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυμοῦντας υἱοὺς φωτὸς ἀναδειχθῆναι καὶ τῆς ζωῆς κληρονόμους γενέσθαι, φησί· γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.