Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς
Ο νοερός αγώνας, η πνευματική θυσία και η αλληλουχία των αρετών
Η διαφύλαξη του νου κατά την εκτέλεση των έργων, η προσφορά των πρωτευόντων λογισμών στον Θεό και η στενή αλληλεξάρτηση των αρετών και των κακιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο νοερός αγώνας, η πνευματική θυσία και η αλληλουχία των αρετών
Η διαφύλαξη του νου κατά την εκτέλεση των έργων, η προσφορά των πρωτευόντων λογισμών στον Θεό και η στενή αλληλεξάρτηση των αρετών και των κακιών.
Ἕκαστος τοίνυν ἐν τοιούτοις ἤθεσιν εἶναι βουλόμενος, πρὸ πάντων καὶ πανταχῶς τὴν ἱερὰν ἀγάπην καὶ φόβον Θεοῦ, ἥτις ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή, ἐν τῇ ἑαυτοῦ καρδίᾳ σπουδαζέτω καὶ ζητείτω παρὰ Θεοῦ ἀδιαλείπτως ἔχειν, καὶ διὰ τῆς συνεχοῦς, μᾶλλον ἀδιαλείπτου μνήμης Κυρίου καὶ ἔρωτος οὐρανίου, ταύτην ὁσημέραι κατὰ προκοπὴν διὰ τῆς χάριτος ἐπαυξάνων προσκτάσθω· διὰ γὰρ πολλῆς σπουδῆς καὶ μερίμνης, καὶ πόνου καὶ ἀγῶνος νοὸς τὴν πρὸς Θεὸν ἀγάπην κτᾶσθαι δυνάμεθα, χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν μορφουμένην, καθὼς ἐν τῇ Σοφίᾳ εἴρηται· ἐὰν γὰρ ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν.
Τὴν πρὸς τὸν πλησίον ἀγάπην εὐχερῶς καὶ καθαρῶς κατορθῶσαι δυνάμεθα· τὰ γὰρ πρῶτα ταττέσθω ὡς πρῶτα, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἀκολούθως τελεσθήσεται. Ἐὰν γάρ τις ἀμελήσῃ τῆς πρώτης καὶ μεγάλης ἐντολῆς τῆς πρὸς τὸν Θεὸν ἀγάπης, ἥτις ἀπὸ τῆς ἔνδοθεν διαθέσεως καὶ συνειδήσεως ἀγαθῆς καὶ ὑγιῶν τῶν πρὸς Θεὸν ἐννοιῶν μετὰ θείας δυνάμεως συνίσταται, τῆς δὲ δευτέρας, τῆς ἔξωθεν μόνον διακονίας, τὴν ἐπιμέλειαν ποιεῖσθαι βούλεται, ἀδύνατον, εἰ καθαρῶς καὶ ὑγιῶς ταύτην ἐπιτελεῖν δυνήσεται· ἡ γὰρ τῆς κακίας μέθοδος εὑρίσκουσα ἔξω ἀπὸ τῆς μνήμης καὶ ἀγάπης καὶ ζητήσεως τοῦ Θεοῦ τὸν νοῦν, ἢ δυσχερῆ καὶ βαρέα ποιοῦσα τὰ θεῖα ἐντάλματα, γογγυσμοὺς καὶ μέμψεις τῆς εἰς τοὺς ἀδελφοὺς γινομένης διακονίας τῇ ψυχῇ ἐνεργάζεται, ἢ οἰήσει δικαιοσύνης ἀπατήσασα φυσιοῖ, καὶ ἑαυτὸν ἡγήσασθαι ποιεῖ ὡς τίμιον καὶ μέγαν, καὶ ὡς ἄκρως κατορθοῦντα τὰς ἐντολάς. Ὅταν δὲ οἰηθῇ ἐν ἑαυτῷ ὁ ἄνθρωπος ὅτι καλὰ ἐργάζεται καὶ ἐντολὰς φυλάσσει, ἥμαρτε κρίνας ἑαυτόν, καὶ μὴ ἐκδεξάμενος τὸν κρίνοντα ἀληθῶς· ἐπὰν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν τὸ Πνεῦμα τοῦ Θεοῦ, κατὰ τὸ λόγιον Παύλου, τότε ἀληθῶς Χριστοῦ ἄξιοι καὶ τέκνα Θεοῦ τυγχάνομεν, καὶ οὐχ ὅταν ἰδίᾳ οἰήσει ἑαυτοὺς δικαιώσωμεν· οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνος δόκιμος, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.
Ἐπὰν γὰρ μνήμης καὶ φόβου Θεοῦ ἐκτὸς εὑρίσκηται ἄνθρωπος, ἀνάγκῃ καὶ δόξαν ἐπιζητεῖ καὶ ἔπαινον θηρεύει παρὰ τῶν διακονουμένων ὑπ᾽ αὐτοῦ· ὁ γὰρ τοιοῦτος καὶ ἄπιστος παρὰ τοῦ Κυρίου ἀπελέγχεται. Πῶς γάρ, φησίν, ὑμεῖς δύνασθε πιστεύειν, δόξαν παρ᾽ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Ὁ τοιοῦτος ἐστί, κατὰ τὸ Εὐαγγέλιον, ὁ τὸ ἔξωθεν τῆς παροψίδος καὶ τοῦ ποτηρίου πλύνων· οὗτος ἐντὸς γέμει ἁρπαγῆς καὶ ὑποκρίσεως.
Ἐπὰν δὲ αὐτὸς ὁ νοῦς καὶ ἡ διάθεσις τῆς ψυχῆς εἰς τὴν μελέτην καὶ ἐπιπόθησιν τοῦ Θεοῦ ἀπασχολῆται, καὶ τὰς ἐννοίας τῇ μνήμῃ τῶν καλῶν, ὅσα ἐστὶν ἀληθῆ καὶ δίκαια καὶ εὔφημα καὶ σεμνά, καὶ τῇ ἀγάπῃ τοῦ Θεοῦ πάντοτε κατὰ κόσμον τελείαν κατόρθωσιν λαμβάνει. Μετὰ ἀγῶνος δὲ καὶ καμάτου νοὸς τοῦτο κατορθοῦται διὰ τὸ τὸν Ἐναντίον ἀεὶ τοῖς καλοῖς ἐμποδίζειν καὶ δελεάζειν ἢ ἁρπάζειν τὸν νοῦν, τοῦ μὴ τῶν καλῶν μνήμῃ ἐρᾶν τῶν ἄνω, ἀλλὰ διὰ τῶν γηΐνων ἐννοιῶν ἢ ἐπιθυμιῶν τινων τὴν προαίρεσιν δελεάζειν. Οὗτος γάρ ἐστι τοῦ Πονηροῦ ὁ θάνατος καὶ ἧττα, ὅσον ἐξ ἡμετέρας σπουδῆς· ὅταν εἰς ἀγάπην καὶ μνήμην Θεοῦ ἀσχολούμενος ὁ νοῦς εὑρίσκηται· ἐντεῦθεν συστῆναι δύναται καὶ ἡ πρὸς τὸν ἀδελφὸν ἀγάπη εἰλικρινής, ὁμοίως καὶ ἀληθὴς ἁπλότης, καὶ ἡ πρᾳότης, καὶ ἡ ταπείνωσις, καὶ ἡ ἀκεραιότης, καὶ ἡ ἀγαθότης, καὶ ἡ εὐχή, καὶ πᾶσα ἀκολουθία τῶν ἁγίων ἐντολῶν διὰ τῆς μιᾶς καὶ μόνης καὶ πρώτης ἐντολῆς τῆς πρὸς τὸν Θεὸν ἀγάπης ἐξ ἀληθείας τὴν ἀκριβῆ συμπλήρωσιν λαμβάνει.
Ἀγῶνος οὖν πολλοῦ καὶ πόνου κρυπτοῦ 〈καὶ〉 ἀοράτου χρεία, λογισμῶν ἔρευναν ἀεὶ ποιεῖσθαι· καὶ τὰ ἠσθενηκότα δὲ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ δέοι πάντοτε, καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς Θεὸν ἐμπήξεως καὶ σπουδῆς τὰ ἐξησθενηκότα τῆς ψυχῆς μέλη. Ἐκεῖ τοῦ νοῦ ἡμῶν διαπαντὸς προσκολλουμένου, ἵνα διὰ θείας χάριτος γένηται μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα κατὰ τὸ ἀποστολικὸν λόγιον.
Τοῦτον δὲ τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον, νυκτὸς καὶ ἡμέρας ἔχειν πάντας ἡμᾶς χρή, καὶ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς· ἤτοι εὐχομένους, ἤτοι διακονοῦντας, ἤτοι ἐσθίοντας, ἤτοι πίνοντας, ἢ ὁτιοῦν ποιοῦντας· καὶ πᾶν ὃ γίνεται ἀγαθὸν ἀρετῆς ἐπιτήδευμα, εἰς δόξαν τοῦ Θεοῦ γίνηται, καὶ μὴ εἰς δόξαν ἡμετέραν ἐπιτελούμενον εὑρίσκηται· ἁγιάζεται γὰρ πᾶσα ἡ τῶν ἐντολῶν ἀκολουθία καὶ καθαρῶς ὑφ᾽ ἡμῶν ἐπιτελεῖται διὰ τῆς ἀδιαλείπτου μνήμης Κυρίου καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς τὸν Θεόν, καὶ οὕτως ἐκτὸς γινόμεθα τοῦ ἀντικειμένου τοῦ μιαίνοντος τὴν ἐντολήν, σπιλοῦντος καὶ τὸν κάματον ἡμῶν, εἰς ἑαυτὸν περισπᾶν βουλομένου· καὶ τότε εὐχερῆ καὶ εὔκολα ἡμῖν πάντα τῶν ἐντολῶν παραγγέλματα καταφανήσεται, τῆς τοῦ Θεοῦ ἐν ἡμῖν ἀγάπης ἐξευμαριζούσης τὰς ἐντολάς, καὶ τὸ ἐπίπονον αὐτῶν περὶ τὴν τήρησιν ἐκλυούσης· ὥστε καὶ ἡ τῶν ἐντολῶν εὐμάρεια καὶ εὐκολία διὰ τῆς πρὸς Θεὸν ἀγάπης ἐγγενήσεται· ὅλος γὰρ ὁ ἀγὼν καὶ ἡ σπουδὴ τοῦ ἀντικειμένου ἐστὶν αὕτη, ὥσπερ εἴρηται, ἵνα δυνηθῇ τὸν νοῦν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης καὶ φόβου καὶ ἀγάπης τοῦ Κυρίου περισπᾶσαι, δελεάσμασι γηΐνοις χρώμενος, ἤ τισιν εὐλογοφανέσιν ἐννοίαις τὸν νοῦν ἀπὸ τοῦ ὄντως καλοῦ τῆς πρὸς Θεὸν ἀγάπης παρεκτρέπων ἐπὶ δοκήσει ὄντα καλά.
Πᾶν γὰρ ὃ ἂν καλὸν ποιῇ ἄνθρωπος, σπιλοῦν καὶ μιαίνειν ὁ Πονηρὸς βούλεται, καὶ τὴν ἰδίαν ἐπισπορὰν τῆς κενοδοξίας, ἢ οἰήσεως, ἢ γογγυσμοῦ, ἢ τοιούτοις τισὶ τῇ ἐντολῇ συμμίσγειν ἀγωνίζεται, ἵνα μὴ διὰ τὸν Θεὸν μόνον ταπεινοφρόνως καὶ προθύμως τὸ γινόμενον ἀγαθὸν καὶ καλὸν γίνηται.
Γνώσεως οὖν καὶ διακρίσεως ἑκάστῳ πολλῆς χρεία, ἵνα δυνηθῇ ὁ νοῦς τὰς μεθοδείας καὶ τέχνας τοῦ Πονηροῦ ἐπιγινώσκειν καὶ παντελῶς τῆς κακίας ἀπαλλοτριοῦσθαι· ἵνα δὲ μὴ δόξωμεν ἀφ᾽ ἑαυτῶν τι λέγειν, ἐκ τῶν ἁγίων Γραφῶν ταῦτα παραστήσωμεν. Γέγραπται γὰρ ὅτι Ἄβελ προσήνεγκε θυσίαν τῷ Θεῷ ἀπὸ τῶν στεάτων καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων, καὶ Κάϊν ὁμοίως προσήνεγκε δῶρα ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἀλλ᾽ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν. Καὶ ἐπεῖδεν ὁ Θεός, φησίν, ἐπὶ ταῖς θυσίαις τοῦ Ἄβελ, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάϊν οὐ προσέσχεν· ὥστε καὶ ἐκ τούτου μανθάνομεν ὅτι ἐστί τι καλὸν ἐπιτήδευμα ποιῆσαι ἀμελῶς ἢ καταπεφρονημένως ἢ διά τι, καὶ μὴ εἶναι εὐπρόσδεκτον τῷ Θεῷ, καὶ ἔστι ποιῆσαι κατὰ τὸ θέλημα τοῦ Θεοῦ σπουδαίως καὶ νηφόντως διὰ τὸν Θεὸν καὶ πιστῶς, καὶ εὐάρεστον εὑρεθῆναι ἔμπροσθεν τοῦ Θεοῦ· καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ Θεοῦ Μελχισεδὲκ προσήνεγκε, καὶ οὕτω τὰς εὐλογίας ἐδέξατο παρ᾽ αὐτοῦ.
Τί δὲ διὰ τούτων αἰνίττεται τὸ Πνεῦμα, ὑψηλοτέραν θεωρίαν ἐμφαῖνον, ἀλλ᾽ ἢ τὰ ἄκρα καὶ τὰ πρῶτα καὶ τὰ στέατα ὅλου τοῦ συγκρίματος ἡμῶν, τουτέστιν αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν ὀρθὸν ἡμῶν λογισμόν, αὐτὴν τὴν ἀγαπητικὴν ἡμῶν δύναμιν τῆς ψυχῆς, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ Θεῷ προσκομίζειν δέοι πάντοτε· τὴν τῆς καρδίας θυσίαν ἱεράν, τά τε ἀκροθίνια καὶ πρῶτα τῶν ὀρθῶν λογισμῶν, εἰς τὴν αὐτοῦ μνήμην καὶ μελέτην καὶ ἀγάπην διὰ παντὸς ἀπασχολοῦντας; Οὕτω γὰρ δυνάμεθα εἰς ἔρωτα θεῖον ὁσημέραι αὔξησιν λαμβάνειν, βοηθούμενοι ὑπὸ τῆς θείας δυνάμεως [τοῦ Θεοῦ]· καὶ τὸ φορτίον τῶν τῆς δικαιοσύνης ἐντολῶν ἐλαφρὸν ἡμῖν οὕτω καταφανήσεται, καὶ καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελέσομεν, συνεργοῦντος ἡμῖν αὐτοῦ τοῦ Κυρίου διὰ τὴν πρὸς αὐτὸν ἡμῶν διὰ πίστεως καὶ ἀγάπης ζέουσαν ὁρμήν, καὶ πασῶν τῶν ἐντολῶν αὐτοῦ ἐπιπόθησιν.
Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως, οἷον ἀγαθὸν ἐπιτήδευμα πρῶτον καὶ μεῖζον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλοις πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται. Ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις μία ἀπὸ τῆς μιᾶς ἀπήρτηνται· ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πρᾳότητος, ἡ πρᾳότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίτις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ᾽ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ τῆς κακίας μέλη εἰσὶν ἀλλήλων ἐκκρεμαμένα. Οὕτω καὶ ἐν τῷ καλῷ μέρει ἀλλήλων εἰσὶν αἱ ἀρεταὶ ἀπηρτημέναι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.