Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Η εργασία της προσευχής, ο πνευματικός πόλεμος και οι καρποί του Αγίου Πνεύματος

Η ανάδειξη της προσευχής ως κορυφαίου ασκητικού κατορθώματος, η αντιμετώπιση του δαιμονικού πολέμου και η απαραίτητη χάρις του Πνεύματος για την πνευματική καρποφορία και τελείωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 9

Κεφάλαιον δὲ πάσης ἀγαθῆς σπουδῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶν ἡ τῆς προσευχῆς προσκαρτέρησις, δι᾽ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα, ἐπειδὴ πρὸς μόνον Θεὸν ἀγαθότης, καὶ κοινωνία τις μυστικὴ πνευματικῆς ἐνεργείας, καὶ συνάφεια τῆς διαθέσεως καὶ αὐτοῦ τοῦ νοῦ, ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς Κύριον, ἐν εὐχῇ, διὰ θείας ἐπισκέψεως τοῖς καταξιουμένοις γίνεται· καὶ εἰς οὐράνιον ἔρωτα καὶ πόθον ἔκπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης πρὸς Θεὸν ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς προσευχαῖς προσκαρτερεῖν ἀναγκάζων, καθὼς εἴρηται· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Καὶ ὁ Κύριος· ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.

Τὸ δὲ ἐντὸς εἶναι τὴν βασιλείαν, τί ἄλλο σημαίνει, ἢ τὴν τοῦ Πνεύματος οὐράνιον εὐφροσύνην τῆς ἀξίας ψυχῆς ἐνεργῶς γινομένην; Ἥνπερ γὰρ ἀπόλαυσιν καὶ χαρὰν καὶ εὐφροσύνην πνευματικὴν ἐν φωτὶ αἰωνίῳ οἱ Ἅγιοι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μέλλουσιν ἔχειν, τούτων τὸν ἀρραβῶνα καὶ τὴν ἀπαρχὴν ἐντεῦθεν ἤδη αἱ ἅγιαι καὶ πισταὶ ψυχαὶ διὰ τῆς τοῦ Πνεύματος ἐνεργοῦς κοινωνίας τυχεῖν καταξιοῦνται. Ὁ παρακαλῶν γάρ, φησίν, ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα καὶ αὐτοὶ ἀπὸ τοῦ Θεοῦ. Ἀλλὰ καὶ τό, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· καί, ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ τὰ τούτοις ὅμοια, τὴν ἐνεργῆ τοῦ Πνεύματος εὐφροσύνην καὶ παράκλησιν ἁγιασμοῦ διὰ τούτων αἰνίττεται. Τὰ δὲ ἀκόλουθα πασῶν τῶν ἐντολῶν παραγγέλματα, ὥσπερ μέλη τῆς κεφαλῆς τυγχάνει.

Ἅπερ οἱ ἑαυτοὺς ὁλοτελῶς ἀποδεδωκότες τῷ Θεῷ κατὰ δύναμιν ἐπιτελεῖν ὀφείλουσι, προκειμένου δηλαδὴ τοῦ τῆς εὐσεβείας σκοποῦ πᾶσιν ἑνός, ὅπερ διὰ πλειόνων προείπαμεν, διὰ τῶν γραφικῶν μαρτυρίων παραστήσαντες, τοῦ καταξιωθῆναι ἡμᾶς διὰ τῆς πίστεως καὶ πολλῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς πληρώσεως Ἁγίου Πνεύματος καὶ παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι, ὅ ἐστιν ὁ τῆς καρδίας καθαρισμὸς διὰ τοῦ ἁγιαστικοῦ Πνεύματος ταῖς πισταῖς καὶ εὐλαβέσι ψυχαῖς ἐγγινόμενος.

Ἕκαστος οὖν ἑαυτὸν ἐκδότω εἰς τὸ ἀγαθόν, ὅσον καὶ ὁ πρὸς Θεὸν ἔρως τῆς ψυχῆς ἐπεκτείνεται. Καὶ λοιπὸν εἴ τις βούλεται ἀδιαλείπτως προσεύχεσθαι, καὶ τῇ προσευχῇ προσκαρτερείτω. Καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· πόσῳ μᾶλλον ποιήσει ὁ Θεὸς τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας;

Ἔλεγε γάρ, φησί, καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Καὶ τῶν ἐπουρανίων δὲ ὅπλων τοῦ Πνεύματος τὴν ἔνδυσιν, ὡς προείρηται, δι᾽ ὁποίου τρόπου καταξιωθήσονται οἱ ἐπιθυμοῦντες καὶ τυχεῖν πιστεύοντες, ὁ Ἀπόστολος εἶπε· διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.

Εἴ τις τοίνυν τῶν ἀδελφῶν τὸν διὰ τῆς προσευχῆς ἀγῶνα ἀναδέξασθαι ἐπιποθεῖ, ἐρῶν τῶν ἐπουρανίων ἀγαθῶν, ἀποδεκτέος καὶ πάντῃ ἐπαινετὸς οὗτος καὶ παρ᾽ ἀνθρώποις καὶ παρὰ Θεῷ· διὸ ἀφιέσθω ὑπὸ τῶν συμμελῶν ἀδελφῶν μετὰ χαρᾶς τῇ προσευχῇ προσκαρτερεῖν ὁ τοιοῦτος, ἵνα καὶ αὐτοὶ μισθὸν διὰ τὴν πρὸς τὸν ἀδελφὸν σύμπνευσιν καὶ συνέργειαν ἀγαθὴν ἐπὶ Θεῷ ἔχωσι, μόνον ἵνα μετὰ πάσης νήψεως τὴν κατὰ συνείδησιν ἔρευναν ποιῇ, καὶ ἀδιάλειπτον μνήμην καὶ ἄπαυστον ἀγῶνα ὁ εὐχόμενος ἔχειν, πάντοτε ἐναντιούμενος πάσῃ τῇ τῆς κακίας τῶν πολλῶν καὶ περισσῶν λογισμῶν ὕλῃ, πρὸς Κύριον τὸν νοῦν βιαζόμενος ἐν ἐπιποθήσει, καὶ παρ᾽ αὐτοῦ τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος, ἵνα οὕτως οἱ καρποὶ εἰς οἰκοδομὴν ὁσημέραι πᾶσι φανεροὶ γίνωνται.

Ὁ γὰρ ἔχων ἀγάπην Κυρίου, τρῶσιν καὶ ἔρωτα θεῖον ἐν τῇ προσευχῇ κἂν μηδέπω ἔχῃ, βιάζεται δὲ καὶ ἀγωνίζεται καὶ ἀναγκάζει τὴν προαίρεσιν, εἰς τοῦτον κάματον ἑαυτὸν ἔκδοτον διδούς, τὸν οὐράνιον ἔρωτα καὶ τὴν ἀληθινὴν καὶ πνευματικὴν εὐχὴν παρὰ τοῦ Θεοῦ ζητῶν κτήσασθαι, κατὰ τὸ εἰρημένον, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ· μετὰ χαρᾶς ὑπὸ τῶν λοιπῶν ἀδελφῶν ἀφιέσθω, καὶ ὡς βοηθοὶ αὐτοῦ μᾶλλον συνεργείτωσαν, ἴδιον ἡγούμενοι κέρδος τὴν ἐπὶ τὰ κρείττονα τοῦ ἀδελφοῦ προκοπήν, καὶ μὴ κατ᾽ ἐρίθειαν ἢ ζῆλον ποιείτωσαν ὑποσυρόμενοι, μηδὲ ἐμποδιζέτωσαν καὶ ἐκκοπτέτωσαν τὴν ἀγαθὴν αὐτοῦ πρὸς Θεὸν ὁρμὴν καὶ τοῦ ἀγῶνος τῆς καλῆς σπουδῆς τὴν ἀρχήν, ἵνα ὁ Θεὸς ὁρῶν τὸν πρὸς ἀλλήλους τῆς ἀγάπης παροξυσμὸν ἀνταποδώσῃ πᾶσι τὰ αἰτήματα, πληροφορῶν ἕκαστον διὰ τὴν εὐθεῖαν καὶ ἀγαθὴν πρὸς ἀλλήλους προαίρεσιν.

Ταῦτα δὲ σπουδαίως ποιεῖν ἐν πολλῇ διακρίσει μάλιστα οἱ προεστῶτες τῶν ἀδελφῶν ὀφείλετε, καὶ ἑαυτοὺς καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς τοιούτῳ φρονήματι καταρτίζειν σπουδάζετε, ἵνα μηδεὶς ἐγκοπὴν λαμβάνῃ, εἰς ὃν προῄρηται ἀγωνίζεσθαι ἀγῶνα. Ὥσπερ οὖν τὸ κεφαλαιωδέστερον ὁ ἐν τῇ εὐχῇ προσκαρτερῶν ἐπέλαβε τὸ ἔργον, οὕτω καὶ ἀγῶνα περισσότερον καὶ πόνον πολὺν καὶ σπουδὴν ἀδιάλειπτον ἀναλαβεῖν ὀφείλει, διὰ τὸ πολλὰ ἐν τῇ προσκαρτερήσει τῆς εὐχῆς εἶναι τῆς κακίας ἐμπόδια, ὕπνος, ἀκηδία, βάρησις σώματος, λογισμῶν ῥεμβασμός, νοὸς ἀκαταστασία, ὀλιγωρία, ἀνυπομονησία, ἔκλυσις, καὶ τὰ λοιπὰ τῆς κακίας λεπτὰ ἐνεργήματα. Εἶτα θλῖψις καὶ ἐπανάστασις αὐτῶν τῶν πονηρῶν πνευμάτων, πολεμούντων καὶ ἀνταγωνιζομένων μέχρις αἵματος τῇ κατὰ ἀλήθειαν τὸν Θεὸν ἀδιαλείπτως ἐπιζητούσῃ ψυχῇ, κωλυόντων αὐτὴν μὴ προσεγγίζειν Θεῷ.

Πάσῃ οὖν νήψει καὶ πάσῃ σπουδῇ καὶ παντὶ ἀγῶνι ψυχῆς καὶ σώματος, ἐν πάσῃ ὑπομονῇ, ὁ τῇ εὐχῇ προσκαρτερῶν ἀνδρίζεσθαι ὀφείλει· καὶ ὡς τὸν σταυρὸν ὄντως βαστάζων ἐν ἀγῶνι καὶ πόνῳ πολλῷ καὶ πένθει καὶ θλίψει διὰ τὴν βασιλείαν ἀδιαλείπτως ἔστω· μὴ χαυνούμενος καὶ ἐπιδιδοὺς ἑαυτὸν τοῖς τῆς κακίας λογισμῶν ῥεμβασμοῖς, ἢ ὕπνῳ, ἢ ἀκηδίᾳ, ἢ ἐκλύσει, ἢ συγχύσει νοός, ἢ ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενος, ἤ τισι τοιούτοις παραδιδοὺς τὴν διάνοιαν ἀδιακρισίας αἰτίᾳ, ἐμπληροφορούμενος εἰς τὴν σωματικὴν μόνον γονυκλισίαν, τοῦ νοὸς ἐν συγχύσει ἢ ῥεμβασμῷ καθεστῶτος. Δύναται γάρ τις, ἐὰν μὴ ἀκριβῶς νήφειν ἑαυτὸν παρασκευάζῃ καὶ πάντοτε τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοὸς ποιῆται, ἐπιποθῶν ἀεὶ τὸν Κύριον, ὑπὸ τῆς κακίας ποικίλως κατὰ τὸ κρυπτὸν ἀποβουκολούμενος ἐπαίρεσθαι ἢ φυσιοῦσθαι κατὰ τῶν λοιπῶν, μηδέπω οὕτως ἐν τῇ εὐχῇ δυναμένων προσκαρτερεῖν· καὶ οὕτω διὰ τῶν τοιούτων τῆς κακίας πανουργευμάτων τὴν καλὴν ἐργασίαν καταπροδιδοὺς ταύτην τῷ ἀντικειμένῳ.

Ἀλλ᾽ ὥσπερ 〈τὸ〉 μεῖζον ἔργον τῆς εὐχῆς ἀνεδέξατο, οὕτω καὶ πόνον καὶ [τὴν] μέριμναν καὶ ἀγῶνα μείζονα τῶν λοιπῶν κεκτῆσθαι ὀφείλει, μήπου κλοπήν τινα παρὰ τῆς κακίας πάθῃ· τοῖς γὰρ μείζονος ἐπιλαμβανομένοις ἀγαθοῦ, ἐπιτηδεύματος μείζονος ὁ ἀντικείμενος ἀνταγωνίζεται, ὑποσκελίζειν βουλόμενος.

Δεῖ οὖν καρποὺς ἀγάπης καὶ ταπεινώσεως καὶ ἁπλότητος καὶ διακρίσεως τῆς ψυχῆς ἡμῶν ἐκφύεσθαι, ὅπως φανεροὶ ὦμεν τὴν ἐπὶ τὰ κρείττω προκοπὴν λαμβάνοντες, ἵνα καὶ τοὺς μηδέπω οὕτω δυναμένους διὰ τὴν νηπιότητα τῇ εὐχῇ προσκαρτερεῖν, τῶν ἀγαθῶν καρπῶν ἡμῶν φανερῶν αὐτοῖς ὄντων, ἐρεθίσωμεν, καὶ εἰς ἐπιθυμίαν ἐνέγκωμεν προθύμως καὶ σπουδαίως ἐπὶ τὸν ἀγῶνα τοῦτον ἑαυτοὺς ἀποδοῦναι. Ἐὰν μὴ γὰρ ἡ ταπεινοφροσύνη καὶ ἡ ἀγάπη, ἡ ἁπλότης καὶ ἡ ἀγαθότης τὴν εὐχὴν ἡμῶν κατακοσμήσῃ, ἡ εὐχή, μᾶλλον δὲ τὸ σχῆμα τῆς εὐχῆς, οὐδὲν ἡμᾶς ὠφελήσει. Οὐ μόνον δὲ τοῦτο περὶ τῆς εὐχῆς λέγομεν, ἀλλ᾽ ἐπὶ παντὸς καμάτου καὶ πόνου παρθενίας ἢ εὐχῆς ἢ ἀναγνώσεως ἢ νηστείας ἢ ἀγρυπνίας ἢ ψαλμῳδίας ἢ διακονίας ἢ οὗ δήποτε καμάτου καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ὑφ᾽ ἡμῶν τελουμένης. Ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ τῆς εἰρήνης καὶ χαρᾶς καὶ πρᾳότητος καὶ ταπεινώσεως καὶ ἁπλότητος καὶ ἀφελότητος καὶ πίστεως καὶ μακροθυμίας καὶ ἀφθονίας ἐν ἑαυτοῖς εὑρίσκωμεν, καὶ πᾶσι τοιούτους καρποὺς εἰρήνης προσφέρωμεν, εἰκῆ καὶ μάτην οἱ πόνοι καὶ οἱ κάματοι γεγόνασι· πᾶσα γὰρ ἐκείνη ἡ ἐργασία καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς τούτους γίνεσθαι ὀφείλουσι.

Τῶν δὲ καρπῶν τῆς εἰρήνης καὶ ἀγάπης μὴ εὑρισκομένων ἐν ἡμῖν, εἰκῆ καὶ μάτην ὅλη ἡ ἐργασία γεγένηται· οἱ γὰρ τοιοῦτοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἐπικομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶν ἡ τῶν προκειμένων ἀρετῶν διὰ τοῦ Πνεύματος ἐνέργεια, μωραὶ ὀνομασθεῖσαι τοῦ πνευματικοῦ τῆς βασιλείας ἀπεκλείσθησαν νυμφῶνος· καὶ ὁ τῆς παρθενίας κάματος διὰ τὴν τῶν ἀρετῶν ἔλλειψιν καὶ ὑστέρησιν τῆς ἐνεργοῦς ἐνοικήσεως τοῦ Πνεύματος Ἁγίου εἰς οὐδὲν ἐλογίσθη.

Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ, εἰ τύχοι, τῆς ἀμπέλου, πᾶσα ἡ ἐπιμέλεια καὶ κάματος διὰ τὴν μέλλουσαν τῶν καρπῶν ἀπόλαυσιν γίνεται· καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἡ ἐμπόνησις τῆς ἐργασίας γεγένηται· οὕτως, ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως, μακροθυμίας τε καὶ πίστεως, καὶ τὰ λοιπὰ ὅσα ὁ Ἀπόστολος διηγόρευσεν, ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκαῖος ὁ τῆς παρθενίας κάματος, εὐχῆς, νηστείας καὶ ἀγρυπνίας πόνος μάταιος ἀποδείκνυται· οὗτοι γὰρ κάματοί εἰσι ψυχῆς καὶ σώματος ἐπ᾽ ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλοντες. Ἡ δὲ τοῦ Πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία, ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ ἐν καρδίαις πισταῖς καὶ ταπειναῖς ὑπὸ τοῦ Πνεύματος ἐνεργουμένη.

Ἐν πολλῇ γὰρ διακρίσει συνέσεως ἡ ἐργασία τε καὶ οἱ πόνοι καὶ κάματοι τῆς ἀνθρωπίνης φύσεως ἡγείσθωσαν, καὶ οἱ καρποὶ καρποὶ λογιζέσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ὑπὸ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀξίοις ἐνεργούμενοι. Ἐὰν γάρ τις διὰ γνώσεως ἔλλειψιν τὴν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ Πνεύματος εἶναι νομίζῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται, καὶ ἀπὸ μεγάλων ἀγαθῶν πνευματικῶν ἐκπίπτει, μὴ διὰ πνευματικῆς ἐνεργείας ἐν πάσαις ταῖς προειρημέναις ἀρεταῖς κατευθυνθῆναι ἐλπίζων· ὁ γὰρ ὁλοτελῶς ἑαυτὸν τῷ Θεῷ ἀφιερῶν πάντοτε, καὶ τὴν ἐξ ἰδίας δυνάμεως σπουδὴν καὶ πόνον, σὺν ταῖς λοιπαῖς ἀνθρωπίναις καὶ τρεπταῖς ἀρεταῖς, ἐν μηδενὶ ἐλλείπων, παρ᾽ αὐτοῦ δὲ τὴν λύτρωσιν δι᾽ ἀντιλήψεως τῆς χάριτος τοῦ Χριστοῦ, ἐν πληροφορίᾳ πίστεως, διὰ παντὸς ἐκδεχόμενος, εἰς αὐτὴν τὴν ἀκρότητα τῆς ἀπτώτου ἀρετῆς καὶ ἀγάπης δι᾽ ἀγαθότητος καταντῆσαι καταξιοῦται.

Ὥσπερ γὰρ ἐν τῷ βίῳ ὁ ἡδυπαθῶς διαιτώμενος καὶ τῇ ἁμαρτίᾳ ὁλοτελῶς ἑαυτὸν ἀποδεδωκὼς τὰ παρὰ φύσιν τῆς ἀτιμίας πάθη ἐν ἡδονῇ πολλῇ ἐπιτελεῖ· ἀσωτίαν καὶ πορνείαν, μέθην, πλεονεξίαν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα, ἐν ἀπολαύσει καὶ ἡδονῇ πολλῇ ὡς φυσικὰ διὰ τὴν χρονίαν συνήθειαν κατεργάζεται· οὕτω καὶ ὁ τέλειος Χριστιανὸς πάσας τὰς ἀρετὰς καὶ πάντας τοὺς ὑπὲρ τὴν ἡμετέραν φύσιν τελείους καρποὺς τοῦ Πνεύματος, τουτέστι τὴν ἀληθινὴν καὶ ἄτρεπτον ἀγάπην καὶ εἰρήνην, τὴν μακροθυμίαν καὶ ἀγαθότητα, τὴν πρᾳότητα καὶ ὑπομονήν, τὴν πίστιν καὶ ταπεινοφροσύνην, καὶ τὰ λοιπὰ τῆς ὄντως ἀρετῆς ἔργα ἐν ἀπολαύσει καὶ ἡδονῇ πνευματικῇ ἐπιτελεῖ ὡς φυσικὰ καὶ οἰκεῖα, ἀκαμάτως λοιπὸν καὶ εὐχερῶς, μηκέτι πρὸς τὰ πάθη τῆς κακίας πολεμῶν, ἅτε δὴ λελυτρωμένος ὑπὸ Κυρίου τελείως, καθαρὸν οἰκητήριον αὐτοῦ γενέσθαι καταξιωθεὶς καὶ ἐνεργούμενος δυνάμει θείᾳ ἐν ταῖς ἀρεταῖς, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑπὸ τοῦ ἁγίου καὶ προσκυνητοῦ Πνεύματος, τὴν τελείαν τοῦ Χριστοῦ εἰρήνην βραβεύουσαν ἐν τῇ καρδίᾳ κεκτημένος.

Οὐ μόνον δὲ τὴν τοιαύτην τῶν ἀρετῶν ἐργασίαν ἐν πολλῇ ἀπολαύσει ὁ τοιοῦτος διὰ τὴν ἐνεργῆ ἐνοίκησιν τοῦ Ἁγίου Πνεύματος ἀκαμάτως λοιπὸν ἐπιτελεῖ, ἀλλὰ τὸ δυσχερέστερον, ὅπερ ἐστὶ τὰ παθήματα τοῦ Χριστοῦ, εὐχερῶς καὶ εὐκόλως ἀναλαμβάνει, δυναμούμενος ὑπὸ τοῦ Πνεύματος καὶ ἐν πολλῇ ἐπιθυμίᾳ τὸ συμπαθῆσαι τῷ Χριστῷ εὐχόμενος· καὶ ὥσπερ οἱ λοιποὶ ἐν βίῳ ἄνθρωποι κατὰ σάρκα ζῶντες τὸ τιμηθῆναι καὶ δοξασθῆναι, τὸ προσκυνηθῆναι καὶ τὸ πλουτῆσαι καὶ τρυφῆσαι καὶ ἄρξαι, καὶ τὰς λοιπὰ τοῦ βίου τούτου ἀπολαύσεις ἐν ἡδονῇ πολλῇ καὶ εὐφροσύνῃ δι᾽ ἐπιθυμίας ἔχουσιν, οὕτως οἱ εἰς τὰ προειρημένα τοῦ χριστιανισμοῦ μέτρα φθάσαι καταξιωθέντες, τὸ γυμνητεῦσαι καὶ λιμῶξαι καὶ πᾶσαν κακοπάθειαν ὑπομεῖναι διὰ τὸν Κύριον· τὸ μισηθῆναι καὶ ἀτιμασθῆναι καὶ λοιδορηθῆναι· τὸ μαστιχθῆναι, καὶ ὡς περικάθαρμα τοῦ κόσμου τούτου γενέσθαι, τὸ δὲ ὅλον καὶ σταυρωθῆναι καὶ πάσῃ τιμωρίᾳ ὑποβληθῆναι, ἐν ἡδονῇ καὶ ἀπολαύσει πνευματικῇ, μετὰ χαρᾶς καὶ εὐφροσύνης διὰ τὴν μακαρίαν τῆς ἀναστάσεως ἐλπίδα ἀκαμάτως καταδέχονται· μᾶλλον δὲ διὰ πολλῆς ἐπιθυμίας ἔχουσι. Χριστιανῶν γὰρ ἡ δόξα καὶ ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ὁ θησαυρὸς καὶ ἡ καύχησις, τὰ παθήματα τοῦ Χριστοῦ τυγχάνει, κατὰ τὸ ἀποστολικὸν λόγιον· οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι.

Καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ μακάριος Παῦλος ὅσην ἡδονὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν εἶχε βοᾷ, λέγων· ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.

Καὶ πάλιν· ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ· ἡ γὰρ τοῦ Ἁγίου Πνεύματος εἰς αὐτοὺς πληρεστάτη ἐνοίκησις καὶ ἄφθαρτος ἐνεργὴς παράκλησις τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡδυτάτῃ πληροφορίᾳ καὶ ἀπολαύσει πολλῇ καταδέχεσθαι παρασκευάσει διὰ τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα ἀθάνατον.

Οὗτός ἐστιν ἀληθῶς ὁ κολληθεὶς τῷ Κυρίῳ καὶ γενόμενος μετ᾽ αὐτοῦ εἰς ἓν πνεῦμα· διὰ γὰρ τῆς τοῦ Πνεύματος ἐνεργείας καὶ ἁγιότητος τῶν ἀρετῶν, πάθη μιαρὰ καὶ ἐνεργείας κακίας κατασκευασθῆναι δύναται, καὶ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἐστιν, ἅπερ οἱ μηδέπω δι᾽ ἐνεργείας Πνεύματος ἀναλαβεῖν καταξιωθέντες, διὰ ἰδίας σπουδῆς καὶ ἐπιθυμίας, ἐλπίδι καὶ πίστει ἐν ταῖς ἐντολαῖς καὶ ἐν τοῖς παθήμασι τοῦ Κυρίου, ἀδιαλείπτως ἐμμελετάτωσαν, καὶ τῇ ἐργασίᾳ, ὅση δύναμις, ἑαυτοὺς βιαζόμενοι ἐγγυμναζέσθωσαν, ἐλπίζοντες διὰ τοῦ Πνεύματος τελείως ἐν αὐτοῖς κατευθυνθῆναι, ἵνα κατὰ τὴν ἐργασίαν τῆς ἐλπίδος, ἐπιθυμίαν τε καὶ μελέτην τοῦ νοὸς ἐνεργῆσαν τὸ Πνεῦμα ἐν δυνάμει, μεθ᾽ ἡδονῆς ἀναλάβωμεν καὶ τὴν τῶν εὐαγγελικῶν ἐντολῶν ἐργασίαν καὶ τῶν παθημάτων τοῦ Χριστοῦ μετὰ χαρᾶς ὑπομονήν, καὶ οὕτω τέλειοι Χριστιανοὶ διὰ τῆς ἐνεργοῦς ἐνοικήσεώς τε καὶ κοινωνίας τοῦ Πνεύματος γενέσθαι καταξιωθέντες, τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα.