Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Η πρακτική διακονία, η αποφυγή της κενοδοξίας και η αρμονική συμβίωση

Προτροπές για την πρόθυμη διακονία των αδελφών με ταπείνωση, την καταδίκη της ραθυμίας και την αρμονική συνεργασία προσευχομένων και διακονούντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 9

Οὕτως οὖν ἀγωνιάζεσθε καὶ οὕτως ἑαυτοὺς εἰς πᾶν ἀγαθὸν παρασκευάζετε ὁμοῦ πάντες οἱ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχοντες· μάλιστα δὲ οἱ ταῖς εὐχαῖς προσκαρτερεῖν ἑαυτοὺς ἀναγκάζοντες, ὡς τηλικούτων ἀγαθῶν ἐλπίδας ἔχοντες, ἵνα καὶ ἑαυτῶν καὶ τῶν πλησίον οἰκοδομὴ καὶ ὠφέλεια γένησθε, καὶ μὴ βλάβην καὶ ἑαυτοῖς καὶ ἄλλοις δι᾽ ἀμελείας καὶ ἀπροσεχίας ἐμποιήσητε. Οἱ δὲ μηδέπω δυνάμενοι ἄκρως ἐπὶ τῷ τῆς εὐχῆς ἔργῳ ἑαυτοὺς ἀποδοῦναι, τῇ διακονίᾳ καὶ ὑπηρεσίᾳ, ἢ ἔργῳ τινί, ἢ τῇ λοιπῇ ἀναπαύσει τῶν ἀδελφῶν μετὰ πίστεως καὶ εὐλαβείας καὶ φόβου Θεοῦ ἑαυτοὺς εὐτρεπίζετε, ὡς ἐντολὴν Κυρίου ἐπιτελοῦντες καὶ ὡς πνευματικὸν ἔργον κατεργαζόμενοι, καὶ οὐχ ὡς παρ᾽ ἀνθρώπων τὸν μισθὸν ἐκδεχόμενοι, τιμὴν ἢ εὐχαριστίαν παρ᾽ αὐτῶν ἀναμένετε. Ἀλλ᾽ ὡς ἔργῳ Θεοῦ πιστῶς καὶ νηφόντως προσέχετε, καὶ ὡς δοῦλοι Κυρίου μετὰ χαρᾶς διακονεῖτε, μὴ διδόντες ὅλως χώραν τῇ κακίᾳ δι᾽ ἀνθρωπαρεσκείας, ἢ γογγυσμοῦ, ἢ ὑψηλοφροσύνης, ἢ χαυνότητος, ἢ ἀμελείας καὶ καταφρονήσεως, τὸ ἀγαθὸν ὑμῶν ἔργον σπιλοῦν καὶ τῷ ἰδίῳ τῆς δολιότητος ἰῷ καταρρυποῦν καὶ μολύνειν· ἀλλ᾽ ἵνα διὰ τῆς εὐλαβείας καὶ ἀγάπης τῆς πρὸς τὸν Θεὸν τὸ καλὸν ὑμῶν ἐπιτήδευμα ἁγιάζηται, καὶ εὐπρόσδεκτον ἐπὶ Θεὸν γίνηται.

Τοσαύτῃ γὰρ φιλανθρωπίᾳ καὶ ἀπείρῳ ἀγαθότητι ὁ Κύριος συγκατέβη τῷ ἀνθρωπίνῳ γένει, ὡς μηδένα ἐᾶσαι ἀργὸν ἀπὸ ἀρετῆς ἢ ἀγαθοῦ ἔργου ἀπομεῖναι, ἀλλ᾽ ἑκάστῳ ἔδωκεν ἐργασίαν κατὰ τὴν δύναμιν τῆς προαιρέσεως αὐτοῦ, ἕλκων πάντας ὁσημέραι ἐπὶ τὰς μείζονας τῶν ἐντολῶν ἀρετάς. Ὃς ἄν, φησί, ποτίσῃ ποτήριον ψυχροῦ ὕδατος μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσει 〈τὸν〉 μισθὸν αὐτοῦ.

Ἴδε ἕως ποῦ εὐκολίαν ἐντολῶν ἔδωκεν ὁ Κύριος, ἵνα μή τις ἄμοιρος, οἷος ἂν ἀσθενὴς ὑπάρχῃ καὶ ἄτονος τὴν προαίρεσιν, ἀπὸ τοῦ ἀγαθοῦ ᾖ. Καὶ πάλιν· ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Μόνον τὸ γινόμενον κατὰ Θεὸν καὶ μὴ κατὰ δόξαν ἀνθρώπων γίνηται· προσέθηκε γάρ, μόνον εἰς ὄνομα μαθητοῦ· τουτέστι φόβῳ καὶ ἀγάπῃ Χριστοῦ τὸ ἀγαθὸν ἔργον ἵνα γένηται· τοὺς γὰρ κατὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιδεικτικῶς ἀγαθόν τι ἐργαζομένους μεμφόμενος ὁ Κύριος, ἀπόφασιν ἔδωκεν εἰπών· πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· καὶ διεξελθὼν ἐπάγει μεθ᾽ ὅρκου, λέγων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Διὸ καὶ παραγγέλλει τοῖς ἑαυτοῦ μαθηταῖς· βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.

Τὴν παρ᾽ ἀνθρώπων δόξαν καὶ τιμὴν καὶ ἐπαίνους προσεχομένους ἀπωθεῖσθαι, καὶ μὴ προσίεσθαι καθόλου τῷ νῷ παρῄνεσεν, ἀλλὰ παρὰ τῷ Θεῷ μόνῳ τὴν ἀληθῆ δόξαν καὶ ἔπαινον ἐκδέχεσθαι, ὡς προείρηται. Οὐχ οἷον γὰρ μὴ γνωσθῆναι ἀγαθόν τι παρ᾽ ἡμῶν ἐπιτελούμενον τοῖς ἀνθρώποις, ὁ Κύριος ἐδίδαξε. Πῶς γὰρ ἦν δυνατόν, ὁπότε ἐν ἄλλοις ὡς φῶς λάμψαι ἡμῶν τὰ ἀγαθὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων παρῄνεσεν εἰς δόξαν Θεοῦ γινόμενα; Ὅπως γάρ, φησίν, ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ οἱ Ἀπόστολοι δὲ διὰ Πνεύματος νομοθετήσαντες, μηδὲν τοῖς ἀπὸ τῶν ἐθνῶν παρενοχλεῖν, εἰ μὴ ἅπτεσθαι τῶν ἐπάναγκες, πορνείας καὶ εἰδωλοθύτου καὶ πνικτοῦ καὶ αἵματος, τὴν πολλὴν τῶν ἐντολῶν ὕλην παρασιωπήσαντες κατὰ πολλὴν καὶ ἀμέτρητον ἀγαθότητα καὶ συμπάθειαν, ὅπως ἐλαφρύναντες τῆς νοητῆς αὐτῶν καὶ νηπιαζούσης ἡλικίας τὸν ζυγόν, εἰς τὴν πίστιν εἰσελθεῖν αὐτοὺς πρῶτον ἐκ τῆς εἰδωλολατρίας προτρέψωνται, ἵνα κατὰ μέρος ὑπακούοντες τῷ λόγῳ τῆς ἀληθείας οἱ πιστεύοντες, ἐπὶ τὰ μείζονα τῶν ἐντολῶν παραγγέλματα καὶ τὴν πνευματικὴν αὔξησιν φθάσαι καταξιωθῶσιν.

Εἰ δέ τις καὶ ἐν τῇ εὐχῇ ὀκνηρὸς τυγχάνει, καὶ ἐν τῇ διακονίᾳ καὶ λοιποῦ οἱουδήποτε ἔργου ὑπηρεσίᾳ εἰς ἀνάπαυσιν ἀδελφῶν γινομένῃ χαύνως καὶ ἀμελῶς καὶ καταφρονητικῶς διάκειται, καὶ οὐκ ἀνδρίζεται σπουδαίως καὶ πιστῶς ποιεῖν πᾶν ὃ ἐπιτάσσεται, οὗτος ὑπὸ τοῦ Ἀποστόλου ἀργὸς ὀνομαζόμενος, οὐδὲ τοῦ ἄρτου ἄξιος ἀποπέφανται, εἰπόντος· ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω. Καὶ ἀλλαχοῦ που· τοὺς ἀργοὺς καὶ ὁ Κύριος μισεῖ· καί, ὁ ἀργὸς πιστὸς οὐ δύναται εἶναι· καὶ ἡ Σοφία λέγει· πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Ὀφείλει γὰρ ἄνθρωπος ἐν οἱῳδήποτε ἔργῳ διὰ τὸν Θεὸν γινομένῳ καρποφορεῖν, καὶ σπουδαίως, καὶ ἐν ἑνὶ καλῷ εἶναι, ἵνα μὴ ὁλοτελῶς ἄκαρπος εὑρισκόμενος ἐκτὸς τῆς αἰωνίου ζωῆς γένηται.

Ἑνὸς οὖν προκειμένου τοῖς πᾶσιν ὁμοτρόποις ἀδελφοῖς τοῦ προειρημένου σκοποῦ, τὸ λοιπὸν ἀγωνιζέσθω κατὰ δύναμιν ἕκαστος, καὶ πιστευέτω ἀψευδεῖ Θεῷ ὡς φθάσαι εἰς τὸ τέλειον τῆς υἱοθεσίας τοῦ χριστιανισμοῦ μέτρον, ἐν πάσῃ ἀγαθῇ σπουδῇ καὶ ἀρετῆς ἐπιτηδεύσει. Ἡ ἁπλότης δὲ καὶ ἡ ἀφελότης καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ χαρὰ καὶ ταπεινοφροσύνη ἐξ ἅπαντος, ὥσπερ θεμέλιος ἐν τῇ ἀδελφότητι ἑδραῖος, διὰ παντὸς ἔστωσαν, ἵνα μὴ ἐπαιρόμενοι κατ᾽ ἀλλήλων, ἢ φυσιούμενοι, ἢ γογγύζοντες, εἰκαῖον ὑμῶν τὸν κάματον ἀποδείξητε, ἀλλὰ μᾶλλον τῇ ταπεινοφροσύνῃ ἑαυτῶν ὑπερέχοντας καὶ κυρίους τοὺς πλησίον ἡγούμενοι, τοῦ δι᾽ ἡμᾶς πτωχεύσαντος μιμηταὶ γενώμεθα. Καὶ μήτε ὁ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερῶν κατὰ τοῦ μηδέπω οὕτω δυναμένου προσκαρτερεῖν κατεπαιρέσθω, ἵνα δυνηθῇ τὸ ἔργον αὐτοῦ ἐπὶ Θεῷ καὶ ἀνθρώποις προκοπὴν λαμβάνειν, μήτε ὁ ἐν τῇ διακονίᾳ ἢ τῇ λοιπῇ ὑπηρεσίᾳ ἑαυτὸν διδούς, ὑποβολῇ κακίας γογγυζέτω ἢ καταλαλείτω κατὰ τοῦ σχολάζοντος ταῖς προσευχαῖς καὶ νηστείαις, ἵνα χάριν ἐπὶ Θεῷ κτήσηται, καὶ τὸ ἔργον αὐτοῦ εὐπρόσδεκτον γένηται· ἀλλ᾽ ὡς μέλη ἀλλήλων ὄντες, καὶ ἀλλήλους ἀναπαύειν ὀφείλοντες, μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν ποιούμενοι κατὰ τὸ ἀποστολικὸν παράγγελμα.

Ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικούμενα τὴν διακονίαν ἀφθόνως ἀλλήλοις παρέχει, καὶ 〈οὐ〉 δύναται, φησίν, εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί, χρείαν σου οὐκ ἔχω, ἢ ἡ κεφαλὴ τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν. Οὕτω καὶ ἡμεῖς μέλη ἀλλήλων ὄντες, καθὼς εἴρηκεν, ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ὑπὸ τοῦ ἑνὸς Πνεύματος κυβερνώμενοι, καὶ ὑπὸ τοῦ ἑνὸς τοῦ τῆς ἀληθείας Λόγου ζῶντος τρεφόμενοι, διὰ τῆς ἀγάπης καὶ ἁπλότητος, ἀγαθότητός τε καὶ χαρᾶς, εἰς ἀνάπαυσιν ἀλλήλων συναρμοσθῆναι ὀφείλομεν· εἰς τοῦτο γὰρ καὶ ἐκτίσθημεν, καθὼς εἴρηται· αὐτοῦ γὰρ ἐσμὲν ποίημα, κτισθέντες ἐν Χριστῷ ἐπ᾽ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Καὶ οὕτως ὁ Θεὸς ἐπὶ ταῖς τοιαύταις προαιρέσεσι χαίρει ἑκάστου, τὸ δι᾽ αὐτὸν μόνον γινόμενον ἀποδεχόμενος.

Τοιαύτην γὰρ διάθεσιν ἁπλότητος εἰς ἀλλήλους ἡμῶν σῳζόντων, γίνεται τὸ περίσσευμα τῶν ταῖς εὐχαῖς σχολαζόντων ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων καὶ ἀναπαυόντων. Καὶ πάλιν τὸ περίσσευμα τῶν διακονούντων ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς προσκαρτερούντων, ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε. Μόνον ὡς προειρήκαμεν, ἁπλότης καὶ ἀγάπη καὶ ταπεινοφροσύνη καὶ ἀφθονία ἐν μέσῳ τῶν ἀδελφῶν ἑδραιωμένως ἕστωσαν. Καὶ λοιπὸν ἕκαστος μετὰ χαρᾶς τὸν καλὸν δρόμον τρεχέτω καὶ τὸν καλὸν ἀγῶνα ἀγωνιζέσθω εἰς τὴν ἀπλανῆ τῆς θεοσεβείας ὁδόν· οὕτω γὰρ καθ᾽ ὅσον πιστεύει, καὶ καθ᾽ ὅσον ἀγαπᾷ, καὶ καθ᾽ ὅσον κάμνει, ὁσημέραι τὴν προκοπὴν λαμβάνων, τῆς βασιλείας ἀξιωθήσεται.

Οὗτος ἀληθῶς ἀγγελικός ἐστι βίος, τουτέστι τὸ γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅταν μὴ κατεπαιρώμεθα ἀλλήλων, ὅταν 〈δι᾽〉 ἀφθονίας καὶ ἁπλότητος καὶ ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς συνηρμοσμένοι ὦμεν ἀλλήλοις, τὴν τῶν πλησίον προκοπὴν ἴδιον κέρδος ἡγούμενοι, καὶ τὴν ἀτονίαν ἢ ἐλάττωσιν ἢ θλῖψιν ἰδίαν ζημίαν νομίζοντες. Μὴ γάρ, φησί, τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ τῶν πλησίον ἕκαστος· οὕτω γὰρ ἀλλήλοις συμπάσχοντες, μάλιστα οἱ δυνατοὶ τῶν ἀδυνάτων καὶ οἱ ἰσχυροὶ τῶν ἀσθενεστέρων, ἀναπληρῶσαι τὸν τοῦ Χριστοῦ νόμον δυνάμεθα, κατὰ τὴν παραίνεσιν Παύλου.

Τοιούτῳ δὲ τρόπῳ ἐπὶ τὸ αὐτὸ τυγχάνοντες, ἀληθῶς δυνησόμεθα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, καὶ διὰ τῆς ὁμονοίας καὶ τῆς χάριτος τοῦ Χριστοῦ κεφαλὰς δρακόντων πνευματικῶν πονηρίας συνθλᾶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντες, καὶ καταπατοῦντες λέοντα καὶ δράκοντα. Ἐπὰν γάρ, ὡς προείπαμεν, ἀγάπῃ καὶ ἁπλότητι συνῶσιν ἀλλήλοις οἱ ἀδελφοί, τότε καὶ ὁ ἐν μέτροις μεγάλης πνευματικῆς προκοπῆς τυγχάνων καὶ τῇ εὐχῇ προσκαρτερῶν, ἐπὶ τὰ μείζονα διὰ τῆς συνεργείας καὶ συμπνοίας τῶν ἀδελφῶν τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει· ὁμοίως δὲ καὶ ὁ μικρότερος διὰ τῆς τῶν μειζόνων ἐν ἀγάπῃ προτροπῆς ὁσημέραι βελτιοῦται, τῇ προθυμίᾳ ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενος.

Ἐὰν δὲ μὴ οὕτω πρὸς ἀλλήλους ἦτε διακείμενοι, ἀλλὰ γογγυσμοὶ καὶ μέμψεις καὶ καταλαλιαὶ καὶ φυσιώσεις κατ᾽ ἀλλήλων ἐπεγείρονται, οὔτε οἱ δοκοῦντες σχολάζειν εὐχαῖς καὶ νηστείαις, διὰ τὴν τῶν ἑταίρων αὐτῶν πρὸς αὐτοὺς ἀσυμφωνίαν καὶ βλάβην καὶ τὴν αὐτῶν ἔπαρσιν, κρείττους ἑαυτῶν γενέσθαι δύναται, οὔτε οἱ διακονοῦντες ἀνάπαυσίν τε σωματικῶς δυνήσονται καὶ χάριν ἐν τῇ διακονίᾳ αὐτῶν ἔχειν διὰ τὸν κατὰ τῶν σχολαζόντων γογγυσμόν, καὶ οὕτω σχίσματος ὄντος ἐν τῷ σώματι, ἀδύνατον οἰκοδομὴν πνευματικὴν λαμβάνειν καὶ τὸ θέλημα τοῦ Θεοῦ γίνεσθαι ἐν ὑμῖν. Ἀλλὰ μᾶλλον, καθὼς ὁ μακάριος Παῦλος τὴν τῶν πολλῶν χαρισμάτων τοῦ Πνεύματος διανομὴν εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν ἄγων, ὡς ἑνὸς σώματος ὄντα μέλη· φησὶ γάρ· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· τί οὖν ἐστιν; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, ἀποκάλυψιν ἔχει, γνῶσιν ἔχει, ἑρμηνείαν ἔχει, πάντα πρὸς οἰκοδομὴν γινέσθω, τουτέστιν ἀπολάβετε ἕκαστος τῶν χαρισμάτων ἀλλήλων διὰ τῆς ὁμονοίας καὶ πρὸς ἀλλήλους ἐν ἀγάπῃ συμφωνίας.

Οὕτω καὶ οἱ ἐν τοῖς μοναστηρίοις ἀδελφοί, ἐκδεδωκότες ἑαυτοὺς ἐν Κυρίῳ ἀλλήλοις, οἱ ἰσχυρότεροι, ἤτοι σώματι, ἤτοι φρονήματι, τῶν ἀσθενεστέρων τὰ βάρη βαστάζετε διὰ τὴν τοῦ Χριστοῦ μακαρίαν ἐλπίδα, καὶ ἕκαστος ὅπερ ἔχει, ἤτοι ἐν τῇ φύσει ἀγαθόν, ἢ ἰσχύν, ἢ σύνεσιν, ἢ ἀνδρείαν, ἢ σπουδήν, ἢ ἐπίνοιάν τινα, ἑαυτοὺς ὁλοτελῶς ἐκδῶμεν· ἤτοι πνευματικῶν χαρισμάτων διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἀξιούμεθα, ἀλλήλοις κοινωνήσωμεν ἐν πᾶσιν ἀγαθοῖς, εἰς οἰκοδομὴν καὶ ὠφέλειαν καὶ ἑαυτῶν καὶ τῶν πλησίον καὶ πάντων ἀνθρώπων· οὕτω γὰρ ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ, τῆς αἰωνίου ζωῆς ἄξιοι γινόμεθα.