Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Η υπεροχή της προσευχής, η πνευματική υιοθεσία και ο επίλογος

Σύγκριση της πρακτικής διακονίας με την προσευχή μέσω βιβλικών παραδειγμάτων, ο τελικός σκοπός της εσωτερικής καθαρότητας και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 9 από 9

Ὅτι δὲ τῆς εὐχῆς καὶ τοῦ λόγου τοῦ Θεοῦ ἁρμοζόντως ἐπιτελοῦμεν τῷ ἔργῳ πάσης ἐντολῆς καὶ ἀρετῆς, προτέτακται, καὶ αὐτὸς ὁ Κύριος μαρτυρεῖ. Ὅτε γὰρ ἦλθεν εἰς τὴν οἰκίαν Μάρθας καὶ Μαρίας, καὶ Μάρθας μὲν περὶ τῆς διακονίας ἀσχολουμένης, Μαρίας δὲ παρὰ τοὺς πόδας τοῦ Κυρίου καθεζομένης καὶ 〈διὰ〉 τῆς σωτηριώδους διδασκαλίας τὴν ψυχὴν τρεφομένης, μεμψαμένης δὲ τῆς Μάρθας τὴν ἀδελφὴν αὐτῆς, ὅτι οὐ συμβοηθεῖ αὐτῇ, εἴρηκε πρὸς τὸν Κύριον· Κύριε, εἰπὲ ἵνα ἡ ἀδελφή μου ἐλθοῦσα συναντιλάβηταί μου, ὅτι μόνην με κατέλιπε διακονεῖν. Ὁ δὲ Κύριος τὸ πρῶτον καὶ κεφαλαιωδέστερον τοῦ δευτέρου προέκρινεν, εἰρηκώς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο.

Μεῖζον καὶ πρῶτον τοῦ λόγου καὶ τῆς εὐχῆς τὸ ἔργον ὑπέδειξεν ὁ Κύριος εἰπὼν οὕτως, οὐδὲ γὰρ ὡς οὐδὲν τὸ τῆς διακονίας Μάρθας μετελάμβανε. Καὶ οὕτω τὸ ἔργον δι᾽ ἑαυτοῦ ἐπετέλεσε νίψας τῶν μαθητῶν τοὺς πόδας, καὶ παρῄνεσεν εἰπὼν αὐτοῖς· εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ Διδάσκαλος ἔνιψα ὑμῶν τῶν μαθητῶν τοὺς πόδας, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα καὶ ὑμεῖς ποιῆτε. Καὶ πάλιν· ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω πάντων διάκονος, καὶ πάντων δοῦλος· καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Καί· ὃς ἂν ποιήσῃ ἑνὶ τούτων, ἐμοὶ ἐποίησεν.

Ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. Ἀλλὰ καὶ οἱ Ἀπόστολοι ἐν ταῖς Πράξεσι, περὶ τὴν σωματικὴν διακονίαν τῶν τραπεζῶν ἀσχολούμενοι, τὸ μεῖζον προέκριναν, τῆς εὐχῆς καὶ τοῦ λόγου μεταδιώκειν τὸ ἔργον· οὐ δίκαιον γάρ, φησίν, ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, ἀλλ᾽ ἐκλεξάμενοι ἄνδρας πλήρεις Πνεύματος Ἁγίου, καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερήσωμεν.

Ὁρᾷς πῶς τὰ πρῶτα ἀπὸ τῶν δευτέρων διέκρινε, καίπερ ἀμφότερα μιᾶς ὄντα ἀγαθῆς ῥίζης βλαστήματα, ὥστε ἡ εὐχὴ προτετιμήσθω καὶ σπουδαζέσθω καὶ προκρινέσθω ἡμῖν τῶν λοιπῶν ἐντολῶν; Μόνον ἀγάπῃ Θεοῦ πάντα γινέσθω, καὶ σκοπῷ τοῦ φθάσαι διὰ τῆς χάριτος εἰς τὴν ἀπαθῆ καθαρότητα, μὴ σωματικῶς, ὡς ἔτυχεν, ἁπλῶς, ἀδιακρίτως καὶ τοῖς ἔξωθεν σχηματισμοῖς, ἤτοι εὐχῆς γονάτων μόνον, ἢ ψαλμῳδίας διὰ ψιλῆς γλώσσης, ἢ νηστείας, ἢ διακονίας, μὴ διὰ τὸν Θεὸν μόνον γινομένης, καὶ τοῖς λοιποῖς ἐξωτέροις κατορθώμασιν ἐμπληροφορούμενοι, αὐτὴν τὴν ἀλήθειαν, ἥτις ἐστὶν ἡ τοῦ Θεοῦ ἀγάπη, ἐν τῷ ἔσω ἀνθρώπῳ ὑπὸ τοῦ Θεοῦ ἐπιζητουμένη καὶ ὑπὸ τοῦ Πνεύματος ἐνεργουμένη, ἀφ᾽ ἑαυτῶν ἀποκρύψωμεν δι᾽ ἄγνοιαν, ἐν σωματικοῖς μόνον δικαιώμασι τὴν πεποίθησιν ἔχοντες.

Ἀλλ᾽ ὁ σκοπὸς ἡγείσθω τῆς πρὸς Θεὸν ἀγάπης ἀπὸ συνειδήσεως γνησίας καὶ εἰλικρινοῦς διαθέσεως πασῶν ἐντολῶν. Ὅταν γὰρ ἐκεῖνος κυρίως καὶ καθόλου προηγῆται, καὶ ἐν ἡμῖν ἐνεργεῖσθαι ὑπὸ τοῦ Πνεύματος σπουδάζηται, ἀκολούθως καὶ ἡ εὐχὴ τὴν γονυκλισίαν καταρτίζεται, καὶ ἡ διακονία εὐπροσέκτως πληροῦται, καὶ ἡ πασῶν ἐντολῶν ἐπιτήδευσις καθαρῶς καὶ εἰλικρινῶς ὑφ᾽ ἡμῶν διὰ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐπιτελεῖσθαι δύναται. Τότε γὰρ τέκνα Θεοῦ καταξιωθήσεσθε γενέσθαι, καὶ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ ἀποδειχθῆναι, καὶ υἱοὶ ἐπουρανίου νυμφῶνος εἶναι, καὶ ἀδελφοὶ Χριστοῦ θείᾳ χάριτι προσαγορευθῆναι, κατὰ τὰς ἀρρήτους ἐπαγγελίας πασῶν τῶν θεοπνεύστων καὶ ἁγίων Γραφῶν· ὅς ἐστι σκοπὸς καὶ ἐλπὶς τῶν Χριστιανῶν.

Δι᾽ ὁποίων γὰρ κατορθωμάτων ἔσται τούτων τυχεῖν, εἰ μὴ δι᾽ ὧν προειρήκαμεν, παραθέμενοι διὰ πλειόνων ἅμα καὶ τὰς γραφικὰς μαρτυρίας, τὸν ἄκρον καὶ τέλειον σκοπὸν τῆς εὐσεβείας δεικνύντες, ἀγάπῃ καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῇ καὶ σπουδῇ, πιστεύοντες [ὡς] Θεῷ ἀψευδεῖ καὶ ἀληθινῷ, τὰ ὑπὲρ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν εὐδοκίᾳ καὶ ἀγαθότητι Θεοῦ ἐπαγγελθέντα ἡμῖν καταξιωθῆναι;

Ὁσημέραι αὐξανομένων ἡμῶν ἐν Κυρίῳ, καὶ τῆς προκοπῆς ἡμῶν ἐν ταῖς ἀρεταῖς φανερᾶς οὔσης, πᾶσι τυχεῖν ἔσται ἡμῖν τοῦ πνεύματος τῆς υἱοθεσίας ὁλοκλήρως καὶ τελείως, ἀδιστάκτῳ καὶ ὁλοκλήρῳ πίστει, ἡμῶν ἐλπιζόντων· δι᾽ οὗ καὶ τῶν παθῶν τῆς ἀτιμίας, φανερῶν τε καὶ κρυπτῶν, πρακτικῶν τε ἁμαρτημάτων καὶ λογισμῶν ἐπιτελουμένων ἀπαλλαγῆναι δυνάμεθα. Καὶ οὕτω καρδίαν καθαράν, κατὰ τὸν μακαρισμὸν τοῦ Κυρίου, καταξιούμεθα κτήσασθαι, τὸν ἀγῶνα μέντοι τὸν ἐξ ἰδίας προαιρέσεως, ὃν ὑπεθέμεθα, τελείως ἡμῶν παριστώντων.

Οὕτω τέκνα Θεοῦ καὶ υἱοὶ τῆς βασιλείας καὶ ἀδελφοὶ Χριστοῦ, διὰ τὴν τοῦ Πνεύματος συμπαρουσίαν καὶ κοινωνίαν καταξιωθέντες γενέσθαι, σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι συμβασιλεύσομεν. Αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.